204
νεκροὺς ἐγειρομένους, καὶ οὐ προσεκύνουν, ἀλλ' ἀνελεῖν αὐτὸν ἐπεχείρουν. Ἀλλ' οὐχ ὁ Κορνήλιος τοιοῦτος. ∆ιά τοι τοῦτο, ἐπειδὴ πάντα τὰ παρ' ἑαυτοῦ μετὰ σπουδῆς ἔπραττε, καὶ τὸ λεῖπον αὐτῷ προσέθηκεν ὁ Θεός. Μὴ τοίνυν λέγε, Πῶς τὸν δεῖνα ἄπλαστον ὄντα καὶ χρηστὸν περιεῖδεν ὁ Θεὸς, Ἕλληνα ὄντα; Πρῶτον μὲν γὰρ, εἴ τις ἄπλαστος, οὐκ ἀνθρώποις δυνατὸν εἰδέναι, ἀλλὰ τῷ πλάσαντι κατὰ μόνας τὰς καρδίας· ἔπειτα κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐκ ἐφρόντισε πολλάκις οὐδὲ ἐσπούδασε. Καὶ πῶς, φησὶν, ἠδύνατο, σφόδρα ἄπλαστος ὤν; Οὐκοῦν τὸν ἁπλοῦν τοῦτον καὶ ἀφελῆ σκόπει μοι, καὶ καταμάνθανε ἐπὶ τῶν βιωτικῶν, καὶ ὄψει πολλὴν ἀκρίβειαν ἐπιδεικνύμενον, ἣν εἴ γε ἐβούλετο καὶ ἐπὶ τῶν πνευματικῶν ἐπιδείκνυσθαι, οὐκ ἂν παρώφθη· καὶ γὰρ ἡλίου φανότερα τὰ τῆς ἀληθείας. Καὶ ὅπουπερ ἂν ἀφίκηταί τις, ῥᾳδίως ἐπιλήψεται τῆς ἑαυτοῦ σωτηρίας, εἴ γε βουληθείη προσέχειν καὶ μὴ πάρεργον τοῦτο ἡγεῖσθαι. Μὴ γὰρ ἐν Παλαιστίνῃ τὰ πράγματα συνεκλείσθη; μὴ γὰρ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, ὅτι Πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου; οὐχ ὁρᾷς τὰ πράγματα ἀληθεύοντα; Πῶς οὖν ἂν ἔχοιεν οὗτοι συγγνώμην, ὁρῶντες τὸ δόγμα τῆς ἀληθείας ἐκτεταμένον, καὶ μὴ περιεργαζόμενοι μηδὲ φροντίζοντες μαθεῖν; δʹ. Καὶ ταῦτα παρὰ ἀγροίκου καὶ βαρβάρου, φησὶν, ἀπαιτεῖς; Οὐ παρὰ ἀγροίκου καὶ βαρβάρου μόνον, ἀλλὰ καὶ εἴ τις τῶν νῦν ὄντων βαρβαρικώτερος. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ἐπὶ μὲν τῶν βιωτικῶν καὶ ἀντειπεῖν οἶδεν ἀδικούμενος, καὶ ἀντιστῆναι βιαζόμενος, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε μηδὲ μικρὸν ἐπηρεασθῆναί ποτε· ἐπὶ δὲ τῶν πνευματικῶν οὐ κέχρηται τῇ αὐτῇ ταύτῃ συνέσει; καὶ ὅταν μὲν λίθον προσκυνῇ καὶ θεὸν ἡγεῖται, καὶ ἑορτὰς ἐπιτελῇ, καὶ χρήματα δαπανᾷ, καὶ πολὺν ἐπιδείκνυται φόβον, καὶ οὐδαμοῦ ῥᾴθυμος ἀπὸ τῆς ἀφελείας γίνεται· ὅταν δὲ τὸν ὄντως ὄντα Θεὸν ἐπιζητῆσαι δέῃ, τότε μοι ἀφελείας καὶ ἁπλότητος μέμνησαι; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· ῥᾳθυμίας γὰρ μόνης τὰ ἐγκλήματα. Τίνας γὰρ ἁπλουστέρους καὶ ἀγροικοτέρους εἶναι νομίζεις, τοὺς ἐπὶ τοῦ Ἀβραὰμ ἢ τοὺς νῦν; Εὔδηλον ὅτι ἐκείνους. Πότε δὲ εὐκολώτερον 60.642 εἶναι τὴν εὐσέβειαν εὑρεῖν, νῦν ἢ τότε; Εὔδηλον ὅτι νῦν. Νῦν μὲν γὰρ παρὰ πᾶσι καὶ τοῦ Θεοῦ τὸ ὄνομα βεβόηται, καὶ προφῆται ἀνεκήρυξαν, καὶ τὰ πράγματα ἐξέβη, καὶ τὰ Ἑλλήνων ἐλήλεγκται· τότε δὲ ἔτι ἀδιδάκτως εἶχον οἱ πλείους, καὶ ἡ ἁμαρτία ἐκράτει, καὶ οὔτε νόμος ἦν παιδεύων, οὐ προφήτης, οὐ θαύματα, οὐ διδασκαλία, οὐ τὸ πλῆθος τῶν γινωσκόντων, οὐκ ἄλλο τοιοῦτον οὐδὲν, ἀλλ' ὡς ἐν σκότῳ βαθεῖ καὶ ἀσελήνῳ καὶ χειμερίῳ νυκτὶ τὰ πράγματα διέκειντο ἅπαντα. Ἀλλ' ὅμως ὁ θαυμαστὸς ἐκεῖνος καὶ γενναῖος ἀνὴρ, καὶ τοσούτων ὄντων κωλυμάτων, καὶ τὸν Θεὸν ἐπέγνω, καὶ τὴν ἀρετὴν ἤσκησε, καὶ πολλοὺς εἰς τὸν ἴσον ἤγαγε ζῆλον, καὶ ταῦτα οὐδὲ τῆς ἔξωθεν σοφίας ἔμπειρος ὤν· πῶς γὰρ, ὅπου γε οὐδὲ γράμματα ἦν εὑρεθέντα πώποτε; Ἀλλ' ὅμως ἐπειδὴ τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, καὶ ὁ Θεὸς τὰ ἑαυτοῦ λοιπὸν συνεισήνεγκεν. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι παρὰ πατέρων ἐδέξατο τὴν εὐσέβειαν ὁ Ἀβραάμ· καὶ γὰρ εἰδωλολάτρης ἦν ἐκεῖνος· ἀλλ' ὅμως καὶ προγόνων γενόμενος τοιούτων, καὶ βάρβαρος ὢν καὶ ἐν μέσῳ βαρβάρων τραφεὶς, καὶ διδάσκαλον οὐδένα σχὼν εὐσεβείας, καὶ τὸν Θεὸν ἐπέγνω, καὶ τῶν ἐκγόνων τῶν ἑαυτοῦ πάντων τῶν καὶ νόμου καὶ προφητῶν ἀπολελαυκότων τοσοῦτον ηὐδοκίμησε μᾶλλον, ὅσον οὐδὲ ἔστιν εἰπεῖν. Τί δήποτε; Ὅτι ἐν μὲν τοῖς βιωτικοῖς οὐ σφόδρα ἦν μεμεριμνημένος, ἐν δὲ τοῖς πνευματικοῖς ὅλον ἑαυτὸν συνέτεινε. Τί δὲ ὁ Μελχισεδέκ; οὐχὶ καὶ αὐτὸς κατ' ἐκείνους τοὺς χρόνους ἐγένετο, καὶ τοσοῦτον ἔλαμψεν, ὡς καὶ ἱερεὺς τοῦ Θεοῦ χρηματίσαι; Καὶ γὰρ ἀμήχανον, καὶ σφόδρα ἀμήχανον, τὸν νήφοντα περιοφθῆναί ποτε. Μηδὲ ταῦτα ὑμᾶς θορυβείτω· ἀλλ' εἰδότες, ὅτι πανταχοῦ τῆς γνώμης ἐστι τὸ κῦρος, τὰ ἡμέτερα αὐτῶν περισκοπῶμεν, ὅπως γενοίμεθα βελτίους. Μὴ τὸν Θεὸν ἀπαιτῶμεν εὐθύνας, μηδὲ ἐξετάζωμεν, διὰ τί τὸν δεῖνα εἴασε, καὶ τὸν δεῖνα ἐκάλεσε. Καὶ γὰρ ταυτὸν ποιοῦμεν, οἷον ἂν εἴ τις