205
οἰκέτης προσκεκρουκὼς περιεργάζοιτο τὴν οἰκονομίαν τοῦ δεσπότου. Ἄθλιε καὶ ταλαίπωρε, δέον φροντίζειν ὑπὲρ τῶν σῶν εὐθυνῶν, καὶ πῶς καταλλάξεις τὸν δεσπότην, εὐθύνας ἀπαιτεῖς ὧν σὺ μέλλεις παρέξειν εὐθύνας; ἐκεῖνα παρατρέχεις, ὧν μέλλεις δοῦναι δίκην; Τί οὖν πρὸς τὸν Ἕλληνα εἴπω, φησί; Ταῦτα τὰ εἰρημένα. Καὶ σκόπει μὴ τί εἴπῃς πρὸς τὸν Ἕλληνα μόνον, ἀλλὰ καὶ πῶς αὐτὸν διορθώσῃ. Ὅταν σου τὸν βίον ἐξετάζων σκανδαλίζηται ἐκεῖθεν, ἐνταῦθα φρόντισον τί εἴπῃς. Ὑπὲρ μὲν γὰρ ἐκείνου, κἂν σκανδαλίζηται, σὺ λόγον οὐ δώσεις· ἀπὸ δὲ τοῦ βίου τοῦ σοῦ ἐὰν βλαβῇ, κίνδυνον ὑποστήσῃ τὸν ἔσχατον. Ὅταν ἴδῃ σε περὶ βασιλείας φιλοσοφοῦντα, καὶ πρὸς τὰ παρόντα ἐπτοημένον, καὶ περὶ γεέννης δεδοικότα, καὶ τὰ ἐνταῦθα τρέμοντα δεινὰ, τότε φρόντισον. Ὅταν ταῦτα ὁρῶν ἐγκαλῇ, καὶ λέγῃ· Εἰ βασιλείας ἐρᾷς, τί τῶν παρόντων οὐχ ὑπερορᾷς; εἰ δικαστήριον προσδοκᾷς φοβερὸν, τί τῶν ἐνταῦθα δεινῶν οὐ καταφρονεῖς; εἰ ἀθανασίαν ἐλπίζεις, τί τοῦ θανάτου οὐ καταγελᾷς; ὅταν ταῦτα λέγῃ, μερίμνησον τί ἀπολογήσῃ. Ὅταν ἴδῃ σε τρέμοντα ζημίαν χρημάτων τὸν τοὺς οὐρανοὺς προσδοκῶντα, καὶ περιχαρῆ γενόμενον ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ τὴν ψυχὴν πάλιν προέμενον ὑπὲρ ἀργυρίου ὀλίγου, τότε φρόντισον· ταῦτα γάρ ἐστι, ταῦτα τὰ τὸν Ἕλληνα σκανδαλίζοντα. Ὥστε εἰ 60.643 φροντίζεις σεαυτοῦ τῆς σωτηρίας, ὑπὲρ τούτων ἀπολογοῦ, μὴ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων. ∆ι' ἐκεῖνο μὲν γὰρ τὸ ζήτημα οὐδείς ποτε ἐβλασφήμησε τὸν Θεὸν, διὰ δὲ τὸν πονηρὸν βίον μυρίαι πανταχοῦ βλασφημίαι. Τοῦτο τοίνυν διόρθου· ἐπεὶ πάλιν ἐρεῖ σοι ὁ Ἕλλην· Πόθεν μάθω, ὅτι δυνατὰ ἐπέταξεν ὁ Θεός; ἰδοὺ γὰρ σὺ Χριστιανὸς ὢν ἐκ προγόνων καὶ ἐντρεφόμενος τῇ καλῇ ταύτῃ θρησκείᾳ, οὐδὲν τοιοῦτον ποιεῖς. Τί οὖν ἐρεῖς; Πάντως ἐρεῖς, ὅτι ∆είξω σοι ἑτέρους ποιοῦντας, μοναχοὺς ἐν ἐρημίαις καθημένους. Εἶτα οὐκ αἰσχύνῃ Χριστιανὸς μὲν εἶναι ὁμολογῶν, πρὸς δὲ ἑτέρους πέμπων, ὡς οὐ δυνάμενος δεῖξαι, ὅτι τὰ Χριστιανῶν ἐπιδείκνυσαι; Καὶ γὰρ καὶ ἐκεῖνος εὐθέως ἐρεῖ· Οὐκοῦν ποία μοι ἀνάγκη βαδίζειν ἐπὶ τὰ ὄρη, καὶ τὰς ἐρημίας διώκειν; Εἰ γὰρ μὴ δυνατὸν ἐν μέσαις στρεφόμενον πόλεσι φιλοσοφεῖν, πολλὴ τῆς πολιτείας ταύτης ἡ κατηγορία γένοιτ' ἂν, εἰ μέλλοιμεν τὰς πόλεις ἐκλιπόντες, ἐπὶ τὰς ἐρήμους τρέχειν. Ἀλλὰ δεῖξόν μοι ἄνθρωπον γυναῖκα ἔχοντα καὶ παιδία καὶ οἰκίαν, καὶ φιλοσοφοῦντα. Τί οὖν πρὸς ταῦτα ἐροῦμεν; οὐκ ἀνάγκη κάτω κύπτειν καὶ αἰσχύνεσθαι; Οὐδὲ γὰρ ὁ Χριστὸς οὕτως ἐκέλευσεν· ἀλλὰ 60.644 πῶς; Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, οὐχὶ τῶν ὀρῶν οὐδὲ τῆς ἐρημίας καὶ τῆς ἀβάτου. Καὶ ταῦτα λέγω, οὐ κακίζων τοὺς κατειληφότας τὰ ὄρη, ἀλλὰ θρηνῶν τοὺς κατοικοῦντας τὰς πόλεις, ὅτι τὴν ἀρετὴν ἐντεῦθεν ἐξήλασαν. ∆ιὸ, παρακαλῶ, τὴν φιλοσοφίαν τὴν ἐκεῖθεν καὶ ἐνταῦθα εἰσαγάγωμεν, ἵνα αἱ πόλεις γένωνται πόλεις· ταῦτα τὸν Ἕλληνα ὀρθῶσαι δύναται, ταῦτα ἀπαλλάξαι μυρίων σκανδάλων. Ὥστε, εἰ βούλει κἀκεῖνον ἐλευθερῶσαι σκανδάλου, καὶ αὐτὸς μυρίων ἀπολαῦσαι μισθῶν, τὸν βίον διόρθου τὸν σαυτοῦ, καὶ πάντοθεν ἀπολάμπειν ποίει, Ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάζωσι τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ καὶ ἡμεῖς τῆς ἀποῤῥήτου ἐκείνης καὶ μεγάλης ἀπολαυσόμεθα δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΚΖʹ.
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέ λιόν μου καὶ τὸ κήρυγμα
Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσι γημένου, φανερωθέντος δὲ νῦν διὰ Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνω ρισθέντος· μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χρι