208
λοιπόν· Ὅσα γὰρ προεγράφη, φησὶν, εἰς διδασκαλίαν ἡμῶν προεγράφη· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, τουτέστιν, ἵνα μὴ ἐκπέσωμεν. Ποικίλοι γὰρ οἱ ἀγῶνες ἔσωθεν, ἔξωθεν, ἵνα νευρούμενοι καὶ παρακαλούμενοι παρὰ τῶν Γραφῶν, ὑπομονὴν ἐπιδειξώμεθα, ἵνα ἐν ὑπομονῇ ζῶντες, μένωμεν ἐπὶ τῆς ἐλπίδος. Ταῦτα γὰρ ἀλλήλων ἐστὶ κατασκευαστικὰ, ἡ ὑπομονὴ τῆς ἐλπίδος, ἡ ἐλπὶς τῆς ὑπομονῆς· ἅπερ ἀμφότερα ἀπὸ τῶν Γραφῶν γίνεται. Εἶτα πάλιν εἰς εὐχὴν περιτρέπει τὸν λόγον, λέγων· Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν. Ἐπειδὴ γὰρ εἶπε τὰ παρ' ἑαυτοῦ, καὶ τὰ ὑποδείγματα ἐπήγαγε τοῦ Χριστοῦ, καὶ τὴν ἀπὸ τῶν Γραφῶν προσέθηκε μαρτυρίαν, δεικνὺς ὅτι μετὰ τῶν Γραφῶν καὶ αὐτὸς πάλιν δίδωσι τὴν ὑπομονήν. ∆ιὰ τοῦτο ἔλεγεν, Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν. Τοῦτο γάρ ἐστιν ἀγάπης, ὃ περὶ ἑαυτοῦ τις φρονεῖ, τοῦτο καὶ περὶ τοῦ ἄλλου. 60.647 γʹ. Εἶτα πάλιν δεικνὺς, ὅτι οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἐπήγαγε, Κατὰ Χριστὸν Ἰησοῦν· ὃ πανταχοῦ ποιεῖ, ἐπειδή ἐστι καὶ ἑτέρα ἀγάπη. Καὶ τί τὸ κέρδος τῆς συμφωνίας; Ἵνα ὁμοθυμαδὸν, φησὶν, ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐκ εἶπεν ἁπλῶς, Ἐν ἑνὶ στόματι, ἀλλὰ καὶ μιᾷ ψυχῇ τοῦτο ποιεῖν ἐκέλευσεν. Εἶδες πῶς τὸ σῶμα ἥνωσεν ἅπαν, καὶ πῶς τὸν λόγον κατέκλεισε πάλιν εἰς δοξολογίαν; Ὅθεν καὶ ἐνάγει μάλιστα εἰς ὁμόνοιαν καὶ συμφωνίαν. Εἶτα πάλιν ἐντεῦθεν τῆς αὐτῆς παραινέσεως ἔχεται λέγων· ∆ιὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ. Πάλιν τὸ παράδειγμα ἄνωθεν, καὶ τὸ κέρδος ἄφατον· μάλιστα γὰρ τὸν Θεὸν τοῦτο δοξάζει τὸ συμπεφράχθαι. Ὥστε κἂν ἀλγῶν ὑπὲρ αὑτοῦ διαστασιάζῃς πρὸς τὸν ἀδελφὸν, ἐννοήσας ὅτι καταλύσας τὴν ὀργὴν τὸν ∆εσπότην σου δοξάζεις, κἂν μὴ διὰ τὸν ἀδελφὸν, δι' αὐτὸ γοῦν τοῦτο καταλλάγηθι· μᾶλλον δὲ διὰ τοῦτο πρῶτον. Καὶ γὰρ ὁ Χριστὸς τοῦτο ἄνω καὶ κάτω στρέφει, καὶ τῷ Πατρὶ διαλεγόμενος ἔλεγεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι σύ με ἀπέστειλας, ἐὰν ὦσιν ἕν. Πειθώμεθα τοίνυν, καὶ συνάπτωμεν ἑαυτοὺς ἀλλήλοις. Ἐνταῦθα γὰρ οὐκέτι τοὺς ἀσθενεῖς, ἀλλὰ πάντας διεγείρει. Κἂν βούληταί τις ἀποῤῥαγῆναί σου, μὴ καὶ σὺ ἀποῤῥαγῇς, μηδὲ τὸ ψυχρὸν ἐκεῖνο φθέγξῃ ῥῆμα, Ἐὰν φιλῇ με, φιλῶ· ἐὰν μὴ φιλῇ με ὁ δεξιὸς ὀφθαλμὸς, ἐξορύξω αὐτόν· σατανικὰ γὰρ τὰ ῥήματα ταῦτα, καὶ τελωνῶν ἄξια, καὶ τῆς Ἑλλήνων μικροψυχίας. Σὺ δὲ ὁ πρὸς μείζονα κληθεὶς πολιτείαν, καὶ εἰς τοὺς οὐρανοὺς ἐγγραφεὶς, μειζόνων ὑπεύθυνος εἶ νόμων. Μὴ δὴ λέγε ταῦτα, ἀλλ' ὅταν σε μὴ βούληται φιλεῖν, τότε πλείονα ἐπιδείκνυσο τὴν ἀγάπην, ἵνα αὐτὸν ἐπισπάσῃ· καὶ γὰρ μέλος ἐστί· τὸ δὲ μέλος ὅταν ὑπό τινος ἀνάγκης ἀποσχίζηται τοῦ λοιποῦ σώματος, πάντα ποιοῦμεν ὥστε ἑνῶσαι πάλιν αὐτὸ, καὶ πλείονα πρόνοιαν ἐπιδεικνύμεθα τότε. Καὶ γὰρ πλείων ὁ μισθὸς, ὅταν μὴ βουλόμενον φιλεῖν ἐφελκύσῃ. Εἰ γὰρ ἐπὶ ἀρίστου κελεύει καλεῖν τοὺς μὴ δυναμένους ἡμῖν ἀντιδοῦναι, ἵνα αὐξηθῇ τὰ τῆς ἀντιδόσεως· πολλῷ μᾶλλον ἐπὶ φιλίας τοῦτο δεῖ ποιεῖν. Ὁ μὲν γὰρ φιλούμενος καὶ φιλῶν ἀπέδωκέ σοι τὴν ἀμοιβήν· ὁ δὲ φιλούμενος καὶ μὴ φιλῶν, ἀνθ' ἑαυτοῦ τὸν Θεόν σοι χρεώστην κατέστησε· καὶ χωρὶς τούτων, ὅταν μὲν φιλῇ σε, οὐ πολλῆς δεῖται τῆς σπουδῆς· ὅταν δὲ μὴ φιλῇ, τότε σου χρείαν ἔχει τῆς ἀντιλήψεως. Μὴ τοίνυν τὴν αἰτίαν τῆς σπουδῆς αἰτίαν ποιοῦ ῥᾳθυμίας, μηδὲ λέγε, ὅτι Ἐπειδὴ νοσεῖ, διὰ τοῦτο αὐτοῦ ἀμελῶ· καὶ γὰρ νόσος ἐστὶν ἡ κατάψυξις τῆς ἀγάπης· ἀλλὰ σὺ θέρμανον τὸ καταψυχθέν. Τί οὖν ἐὰν μὴ θερμαίνηται, φησί; Μένε τὰ σαυτοῦ ποιῶν. Τί οὖν, ἂν μειζόνως διαστρέφηται; Πάλιν μείζονά σοι τὴν ἀντίδοσιν προξενεῖ, καὶ τοσοῦτον μᾶλλον δείκνυσι τοῦ Χριστοῦ μιμητήν. Εἰ γὰρ τὸ ἀγαπᾷν ἀλλήλους, γνώρισμα μαθητῶν· Ἐν τούτῳ γὰρ γνώσονται πάντες, φησὶν, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· τὸ τὸν μισοῦντα φιλεῖν, ἐννόησον ἡλίκον. Καὶ γὰρ ὁ ∆εσπότης