209
σου μισοῦντας ἐφίλει καὶ παρεκάλει· καὶ ὅσῳ ἀσθενεῖς ἦσαν, τοσούτῳ μᾶλλον αὐτῶν ἐπεμελεῖτο, καὶ ἐβόα λέγων, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Καὶ τραπέζης ἠξίου τῆς αὑτοῦ τελώνας καὶ ἁμαρτωλούς· καὶ ὅσην αὐτὸν ἠτίμασεν ἀτιμίαν ὁ τῶν Ἰουδαίων δῆμος, τοσαύτην περὶ αὐτοὺς ἐπεδείξατο τι 60.648 μὴν καὶ κηδεμονίαν, μᾶλλον δὲ καὶ πολλῷ πλείονα. Τοῦτον καὶ σὺ ζήλωσον. Οὐδὲ γὰρ μικρόν ἐστι τὸ κατορθούμενον, ἀλλ' οὗ χωρὶς οὐδὲ ὁ μαρτυρῶν σφόδρα δύναται ἀρέσαι Θεῷ, καθὼς ὁ Παῦλός φησι. Μὴ τοίνυν λέγε, ὅτι Μισοῦμαι, καὶ διὰ τοῦτο οὐ φιλῶ· διὰ γὰρ τοῦτο μάλιστα φιλεῖν ὀφείλεις. Ἄλλως δὲ οὐδ' ἔνι φιλοῦντα μισεῖσθαι ταχέως, ἀλλὰ κἂν θηρίον ᾖ τις, τοὺς φιλοῦντας φιλεῖ· τοῦτο γὰρ καὶ οἱ ἐθνικοὶ, φησὶ, καὶ οἱ τελῶναι ποιοῦσιν. Εἰ δὲ τοὺς φιλοῦντας ἕκαστος φιλεῖ, τοὺς μετὰ τοῦ μισεῖσθαι φιλοῦντας τίς οὐκ ἂν ἀγαπήσειε; Τοῦτο τοίνυν ἐπίδειξαι, καὶ μὴ παύσῃ λέγων τοῦτο τὸ ῥῆμα, ὅτι ὅσῳ ἄν με μισήσῃς, οὐ παύσομαί σε φιλῶν, καὶ πᾶσαν φιλονεικίαν ἐχάλασας, καὶ πᾶσαν ψυχὴν ἐμάλαξας. Ἢ γὰρ ἀπὸ φλεγμονῆς γίνεται τὸ νόσημα τοῦτο, ἢ ἀπὸ ψυχρότητος· ἀλλ' ἀμφότερα ἡ τῆς ἀγάπης δύναμις διορθοῦν εἴωθε τῇ θερμότητι. Οὐχ ὁρᾷς τοὺς αἰσχρῶς ἐρῶντας ῥαπιζομένους, ἐμπτυομένους, ὀνειδιζομένους. μυρία πάσχοντας δεινὰ ὑπὸ τῶν πορνευομένων γυναικῶν ἐκείνων; Τί οὖν ἐξέλυσε τοῦτον τὸν ἔρωτα; τὰ τῶν ὕβρεων; Οὐδαμῶς, ἀλλὰ καὶ μᾶλλον ἀνῆψεν· καίτοι γε αἱ μὲν ταῦτα ποιοῦσαι μετὰ τοῦ πορνεύεσθαι καὶ ἀσήμου γένους εἰσὶ καὶ εὐτελοῦς, οἱ δὲ πάσχοντες πολλάκις λαμπροὺς ἔχουσι προγόνους ἀριθμεῖν, καὶ πολλὴν ἄλλην περιφάνειαν λέγειν· ἀλλ' ὅμως οὐδὲ τοῦτο αὐτοὺς ἐκλύει, οὐδὲ ἀφίστησι τῆς ἐρωμένης. δʹ. Εἶτα οὐκ αἰσχυνόμεθα, ὅσην ὁ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἔρως ἰσχὺν ἔχει, ταύτην οὐ δυνάμενοι περὶ τὴν κατὰ Θεὸν ἐπιδεῖξαι φιλίαν; οὐκ ἐννοεῖς, ὅτι τοῦτο μέγιστόν ἐστιν ὅπλον κατὰ τοῦ διαβόλου· οὐ συνορᾷς, ὅτι παρέστηκεν ὁ πονηρὸς δαίμων ἐκεῖνος, ἕλκων πρὸς ἑαυτὸν τὸν μισούμενον, καὶ βουλόμενος πλεονεκτῆσαι τὸ μέλος; σὺ δὲ παρατρέχεις, καὶ τὸ ἔπαθλον προδίδως τῆς μάχης; Καὶ γὰρ ἔπαθλον ὁ ἀδελφὸς ἐν τῷ μέσῳ κεῖται· κἂν περιγένῃ, σὺ τὸν στέφανον ἔλαβες· ἂν δὲ ῥᾳθυμήσῃς, ἀστεφάνωτος ἀνεχώρησας. Παῦσαι τοίνυν τὸ σατανικὸν ἐκεῖνο φθεγγόμενος ῥῆμα, ὅτι Ἐὰν ἀδελφός μου μισῇ με, οὐδὲ ἰδεῖν αὐτὸν βούλομαι. Οὐδὲν γὰρ αἰσχρότερον τοῦ ῥήματος τούτου, καίτοι γε εὐγενοῦς αὐτὸ ψυχῆς δεῖγμα εἶναι τίθενται οἱ πολλοί· ἀλλ' οὐδὲν τούτων δυσγενέστερον οὐδὲ ἀνοητότερον οὐδὲ ὠμότερον. ∆ιὸ δὴ μάλιστα καὶ πενθῶ, ὅτι τὰ τῆς κακίας ἀρετῆς εἶναι νομίζουσιν οἱ πολλοὶ, καὶ ὑπερορᾷν καὶ καταφρονεῖν, λαμπρὸν ἔδοξεν εἶναι καὶ σεμνόν· ὅπερ μεγίστη παγίς ἐστι τοῦ διαβόλου, τὸ καὶ ἀγαθὴν περιθεῖναι δόξαν τῇ πονηρίᾳ· διὸ καὶ δυσεξάλειπτος γίνεται. Καὶ γὰρ πολλῶν ἔγωγε ἤκουσα σεμνυνομένων ἐπὶ τῷ μὴ προσίεσθαι τοὺς ἀποστρεφομένους αὐτούς· καίτοι γε ὁ ∆εσπότης σου καὶ ἐγκαλλωπίζεται τούτῳ. Ποσάκις γοῦν αὐτὸν διέπτυσαν ἄνθρωποι; ποσάκις ἀπεστράφησαν; αὐτὸς δὲ οὐ παύεται ἐπιτρέχων. Μὴ τοίνυν λέγε, ὅτι Οὐ δύναμαι προσίεσθαι τοὺς μισοῦντας, ἀλλ' εἰπὲ, ὅτι Οὐ δύναμαι διαπτύσαι τοὺς διαπτύοντας. Τοῦτο τοῦ μαθητοῦ τοῦ Χριστοῦ τὸ ῥῆμα, ὡς τό γε ἕτερον τοῦ διαβόλου· τοῦτο λαμπροὺς ἐποίει καὶ ἐνδόξους, ὡς τό γε ἕτερον αἰσχροὺς καὶ καταγελάστους. ∆ιὰ τοῦτο θαυμάζομεν Μωϋσέα, ὅτι καὶ τοῦ Θεοῦ λέγοντος, Ἔασόν με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτοὺς, οὐκ ἠδυνήθη διαπτύσαι τοὺς πολλάκις αὐτὸν ἀποστραφέντας, ἀλλ' ἔλεγεν, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον. Θεοῦ γὰρ φίλος ἦν καὶ μιμητής. Μὴ δὴ σεμνυνώ 60.649 μεθα ἐν οἷς ἐγκαλύπτεσθαι δεῖ, μηδὲ λέγωμεν τὰ τῶν ἀγοραίων τούτων καὶ σεσυρμένων ἀνθρώπων, Οἶδα καταπτύσαι μυρίων· ἀλλὰ κἂν ἕτερος τοῦτο λέγῃ, καταγελῶμεν καὶ ἐπιστομίζωμεν, ὅτι καλλωπίζεται ἐφ' οἷς αἰσχύνεσθαι ἔδει. Τί λέγεις, εἰπέ μοι; καταπτύεις ἀνθρώπου πιστοῦ, οὗ ἀπίστου ὄντος οὐ κατέπτυσεν ὁ Χριστός; Τί λέγω, οὐ κατέπτυσεν; Οὕτω