211
ὥστε ἀληθεῦσαι τὸν Θεόν. Εἶτα, ἵνα μὴ τοῦτο φυσήσῃ τὸν ἐξ ἐθνῶν, φησί· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οἱ μὲν Ἰουδαῖοι κἂν ἐπαγγελίας εἶχον, εἰ καὶ ἀνάξιοι ἦσαν· σὺ δὲ οὐδὲ τοῦτο, ἀλλ' ἀπὸ φιλανθρωπίας ἐσώθης μόνης. Εἰ καὶ τὰ μάλιστα οὐδὲ ἐκείνοις τι πλέον ἐγένετο ἀπὸ τῆς ἐπαγγελίας, εἰ μὴ παρεγένετο ὁ Χριστός· ἀλλ' ὅμως ἵνα αὐτοὺς κεράσῃ, καὶ συγχωρήσῃ κατεξανίστασθαι τῶν ἀσθενῶν, μέμνηται τῶν ἐπαγγελιῶν· περὶ δὲ τούτων φησὶν, ὅτι ἐλέει ἐσώθησαν μόνῳ· διὸ καὶ δίκαιοι ἂν εἶεν μάλιστα δοξάζειν τὸν Θεόν. ∆όξα δὲ Θεῷ, τὸ συνῆφθαι, τὸ ἡνῶσθαι, τὸ ὁμοθυμαδὸν εὐφημεῖν, τὸ βαστάζειν τὸν ἀσθενέστερον, τὸ μὴ περιορᾷν ἀποῤῥηγνύμενον τὸ μέλος. Εἶτα καὶ μαρτυρίας ἐπάγει, ἐν αἷς δείκνυσιν, ὅτι δεῖ συνῆφθαι τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν, οὕτω λέγων· Καθὼς γέγραπται· ∆ιὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ· καὶ, Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ· καὶ, Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν Κύριον, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί· καὶ, Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Ταῦτα δὲ πάντα παρήγαγε, δεικνὺς ὅτι δεῖ ἡνῶσθαι καὶ δοξάζειν τὸν Θεὸν, ὁμοῦ καὶ τὸν ἐξ Ἰουδαίων καταστέλλων, ἵνα μὴ ἐπαίρηται κατὰ τούτου, τῶν προφητῶν πάντων τούτους καλούντων, καὶ τὸν ἐξ ἐθνῶν πείθων μετριάζειν, τῷ δεῖξαι πλείονος ὑπεύθυνον ὄντα χάριτος. βʹ. Εἶτα πάλιν ἐπὶ εὐχὴν κατακλείει τὸν λόγον, λέγων· Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου. Τουτέστιν, ἀπαλλαγείητε τῆς πρὸς ἀλλήλους ἀθυμίας, καὶ μὴ καταβληθείητέ ποτε ὑπὸ τῶν πειρασμῶν· τοῦτο δὲ ἔσται ἐν τῷ περισσεύειν ὑμᾶς ἐν 60.651 τῇ ἐλπίδι. Τὸ δὲ πάντων αἴτιον τῶν ἀγαθῶν τοῦτο. Τοῦτο δὲ ἀπὸ Πνεύματος ἔσται ἁγίου· ἀλλ' οὐχ ἁπλῶς ἀπὸ Πνεύματος, ἀλλ' ἐὰν καὶ τὰ παρ' ἡμῶν εἰσενέγκωμεν. ∆ιὰ τοῦτό φησιν, Ἐν τῷ πιστεύειν· οὕτω γὰρ δύνασθε πληρωθῆναι χαρᾶς, ἐὰν πιστεύητε, ἐὰν ἐλπίζητε. Ἀλλ' οὐκ εἶπεν, Ἐὰν ἐλπίζητε, ἀλλ', Ἐὰνπερισσεύητε ἐν τῇ ἐλπίδι, ὥστε μὴ μόνον παραμυθίαν εὑρεῖν τῶν δεινῶν, ἀλλὰ καὶ χαρὰν ἔχειν διὰ τὴν περιουσίαν τῆς πίστεως καὶ τῆς ἐλπίδος. Οὕτω καὶ τὸ Πνεῦμα ἐπισπάσεσθε· οὕτω καὶ ἐκείνου παραγενομένου, τὰ ἀγαθὰ διατηρήσετε πάντα. Καθάπερ γὰρ τὴν ζωὴν ἡμῶν ἡ τροφὴ διακρατεῖ, καὶ ταύτην ἡ ζωὴ οἰκονομεῖ· οὕτως ἐὰν ἔχωμεν ἔργα ἀγαθὰ, τὸ Πνεῦμα ἕξομεν· κἂν τὸ Πνεῦμα ἔχωμεν καὶ ἔργα ἕξομεν ἀγαθά· ὡσπεροῦν καὶ τοὐναντίον, ἐὰν μὴ ἔργα ἔχωμεν, τὸ Πνεῦμα ἀφίπταται. Ἐὰν δὲ τοῦ Πνεύματος ἐρημωθῶμεν, καὶ περὶ τὰ ἔργα χωλεύσομεν· ὅταν γὰρ τοῦτο ἀπέλθῃ, τὸ ἀκάθαρτον ἔρχεται· καὶ δῆλον ἀπὸ τοῦ Σαούλ. Τί γὰρ, εἰ μὴ πνίγει ἡμᾶς ὥσπερ ἐκεῖνον; Ἀλλ' ἑτέρως ἀπαγχονίζει διὰ πράξεων πονηρῶν. ∆εῖ τοίνυν ἡμῖν τῆς κιθάρας τοῦ ∆αυῒδ, ἵνα ἐπᾴδωμεν τῇ ψυχῇ τὰς θείας ἐπῳδὰς, καὶ τὰς ἐντεῦθεν καὶ τὰς ἀπὸ τῶν ἀγαθῶν πράξεων· ὡς ἂν θάτερον μόνον ποιῶμεν, καὶ τῆς ᾠδῆς ἀκούοντες, τῷ ταῦτα ἐπᾴδοντι πολεμῶμεν διὰ τῶν ἔργων, καθάπερ ἐκεῖνος τότε· καὶ εἰς κρῖμα ἡμῖν ἔσται τὸ φάρμακον, καὶ ἀγριωτέρα ἡ μανία γενήσεται. Πρὸ μὲν γὰρ τοῦ ἀκοῦσαι δέδοικεν ὁ πονηρὸς δαίμων, μήποτε ἀκούσαντες κατορθώσωμεν· ὅταν δὲ καὶ ἀκούσαντες οἱ αὐτοὶ μένωμεν, καὶ τοῦτο ἐξαιρεῖται τὸ δέος αὐτοῦ. Ψάλωμεν τοίνυν τὴν ἀπὸ τῶν πράξεων ᾠδὴν, ἵνα τὴν δαίμονος χαλεπωτέραν ἐκβάλωμεν ἁμαρτίαν. ∆αίμων μὲν γὰρ οὐ πάντως ἀποστερεῖ τῶν οὐρανῶν, ἀλλ' ἔστιν ὅπου καὶ συμπράττει τῷ νήφοντι· ἁμαρτία δὲ πάντως ἐκβάλλει. ∆αίμων γάρ ἐστιν ἑκούσιος αὕτη, καὶ μανία αὐθαίρετος· διόπερ οὐδὲ τοὺς ἐλεοῦντας ἔχει καὶ συγγινώσκοντας. Ἐπᾴδωμεν τοίνυν τῇ οὕτω διακειμένῃ ψυχῇ, καὶ ἀπὸ τῶν ἄλλων Γραφῶν, καὶ ἀπὸ τοῦ μακαρίου ∆αυΐδ· καὶ ψαλλέτω τὸ στόμα, καὶ παιδευέσθω ὁ νοῦς. Οὐκ ἔστιν οὐδὲ τοῦτο αὐτὸ μικρόν· ἂν γὰρ παιδεύσωμεν τὴν γλῶτταν ψάλλειν, αἰσχυνθήσεται ἡ ψυχὴ ταύτης ψαλλούσης τἀναντία βουλομένη. Οὐ τοῦτο δὲ μόνον καρπωσόμεθα τὸ καλὸν, ἀλλ' ὅτι καὶ πολλὰ ἡμεῖς εἰσόμεθα τῶν