1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

214

ἔναγχος γενομένην παραίνεσιν· ὡσανεὶ ἔλεγεν, ὅτι Οὐχ ὡς ὠμοῖς οὐδὲ μισαδέλφοις ταῦτα παρῄνεσα προσλαμβάνεσθαι, καὶ μὴ ἐᾷν μηδὲ καταλύειν τὸ ἔργον τοῦ Θεοῦ· οἶδα γὰρ, ὅτι μεστοί ἐστε ἀγαθωσύνης. ∆οκεῖ δέ μοι ἐνταῦθα καὶ ὁλόκληρον τὴν ἀρετὴν οὕτω καλεῖν. Καὶ οὐκ εἶπεν, Ἔχετε, ἀλλὰ, Μεστοί ἐστε ἀγαθωσύνης. Καὶ τὸ ἑξῆς μετὰ τῆς αὐτῆς ἐπιτάσεως· Πεπληρωμένοι πάσης γνώσεως. Τί γὰρ εἰ φιλόστοργοι μὲν ἦσαν, οὐκ ᾔδεσαν δὲ πῶς δεῖ τοῖς φιλουμένοις κεχρῆσθαι; ∆ιὰ τοῦτο προσέθηκε, Πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν· οὐχὶ μόνον μανθάνειν, ἀλλὰ καὶ διδάσκειν. Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους. Ὅρα Παύλου ταπεινοφροσύνην, ὅρα σοφίαν, πῶς καὶ βαθεῖαν ἔδωκε τὴν τομὴν ἐν τοῖς ἔμπροσθεν, καὶ ἐπειδὴ κατώρθωσεν ὅπερ ἐβούλετο, πολλῇ κέχρη 60.654.30 ται τῇ θεραπείᾳ πάλιν. Ἱκανὸν γὰρ καὶ χωρὶς τῶν εἰρημένων, αὐτὸ τοῦτο τὸ ὁμολογῆσαι τετολμηκέναι, χαλάσαι αὐτῶν τὸν τόνον. Τοῦτο καὶ Ἑβραίοις ἐπιστέλλων ποιεῖ, λέγων οὕτω· Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Καὶ Κορινθίοις πάλιν ὁμοίως, Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. Καὶ Γαλάταις δὲ ἐπιστέλλων ἔλεγε, Πέποιθα εἰς ὑμᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Καὶ πανταχοῦ δὲ τῶν ἐπιστολῶν τοῦτο εὕροι τις ἂν τὸ θεώρημα δαψιλές· ἐνταῦθα δὲ καὶ μειζόνως. Καὶ γὰρ ἐν ἀξιώματι ἦσαν πλείονι, καὶ ἔδει φλεγμαίνουσαν τὴν διάνοιαν αὐτῶν καταστέλλειν, μὴ τῷ στύφειν μόνον, ἀλλὰ καὶ τῷ χαλᾷν· καὶ γὰρ διαφόρως αὐτὸ ποιεῖ. ∆ιὸ καὶ ἐνταῦθά φησι, Τολμηρότερον ὑμῖν ἔγραψα. Καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ προσέθηκεν, Ἀπὸ μέρους, τουτέστιν ἠρέμα. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ τί φησιν; Ὡς ἐπαναμιμνήσκων ὑμᾶς. Καὶ οὐκ εἶπε, ∆ιδάσκων, οὐδὲ, Ἀναμιμνήσκων, ἀλλ', Ἐπαναμιμνήσκων, τουτέστι, μικρόν τι ἀναμιμνήσκων. Ὁρᾷς τὸ τέλος τῷ προοιμίῳ συμβαῖνον; Ὥσπερ γὰρ ἐκεῖ ἔλεγεν, ὅτι Ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ, οὕτω καὶ ἐν τῷ τέλει τῆς Ἐπιστολῆς· Ἡ γὰρ ἡμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Καὶ ὥσπερ ἀρχόμενος ἔλεγεν· Ἐπιποθῶ γὰρ ὑμᾶς ἰδεῖν, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι, συμπαρακληθῆναι· οὕτω καὶ ἐνταῦθα, Ὡς ἐπαναμιμνήσκων, ἔλεγε. Καὶ ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ διδασκαλικοῦ, καὶ ἐκεῖ καὶ ἐνταῦθα ὡς ἀδελφοῖς διαλέγεται, καὶ φίλοις καὶ ὁμοτίμοις· ὃ δὴ μάλιστά ἐστι διδασκάλου, διαποικίλλειν τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. Ὅρα γοῦν πῶς εἰπὼν, 60.655 ὅτι Τολμηρότερον ἔγραψα, καὶ ὅτι Ἀπὸ μέρους, καὶ ὅτι Ὡς ἐπαναμιμνήσκων, οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ ταπεινότερον ἔτι ποιῶν τὸν λόγον, ἐπήγαγε· ∆ιὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ· ὁ καὶ ἀρχόμενος ἔλεγεν, Ὀφειλέτης εἰμί. Ὡσανεὶ ἔλεγεν, Οὐκ ἐμαυτῷ ἥρπασα τὴν τιμὴν, οὐδὲ ἐπεπήδησα τούτῳ πρῶτος, ἀλλ' ὁ Θεὸς τοῦτο ἐπέταξε, καὶ τοῦτο κατὰ χάριν, οὐχ ὡς ἄξιον εἰς τοῦτο ἀφορίσας. Μὴ τοίνυν τραχύνεσθε· οὐ γὰρ ἐγὼ κατεξανίσταμαι· ὁ Θεός ἐστιν ὁ ἐπιτάττων. Καὶ ὥσπερ ἐκεῖ φησιν, Ὧ λατρεύω ἐν τῷ εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, οὕτω καὶ ἐνταῦθα εἰπὼν, ∆ιὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, ἐπήγαγεν Εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ. Μετὰ γὰρ τὴν πολλὴν τῶν εἰρημένων ἀπόδειξιν, ἐπὶ τὸ σεμνότερον ἄγει τὸν λόγον, οὐχ ἁπλῶς λατρείαν λέγων, καθάπερ ἐν ἀρχῇ, ἀλλὰ λειτουργίαν καὶ ἱερουργίαν· Αὕτη γάρ μοι ἱερωσύνη τὸ κηρύττειν καὶ καταγγέλλειν· ταύτην προσφέρω τὴν θυσίαν. Ἱερεῖ δὲ οὐδεὶς ἂν ἐγκαλέσειε τὸ θῦμα σπουδάζοντι ἄμωμον προσενεγκεῖν. Ταῦτα δὲ ἔλεγεν, ἅμα καὶ τούτων πτερῶν τὰ φρονήματα, καὶ δεικνὺς θυσίαν ὄντας, καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογούμενος, ὅτι τοῦτο ἐπιτέτακται. Καὶ γὰρ μάχαιρά μου τὸ εὐαγγέλιον, φησὶν, ὁ τοῦ κηρύγματος λόγος. Καὶ ἡ αἰτία, οὐχ ἵνα ἐγὼ δοξασθῶ, οὐχ ἵνα λαμπρὸς φανῶ, ἀλλ' Ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ. Τουτέστιν, αἱ ψυχαὶ τῶν διδασκομένων ἵνα δεχθῶσιν. Οὐ γὰρ ἐμὲ τοσοῦτον τιμῶν ὁ Θεὸς εἰς τοῦτο