215
ἤγαγεν, ὅσον ὑμῶν κηδόμενος. βʹ. Καὶ πῶς ἂν γένοιτο εὐπρόσδεκτος; Ἐν Πνεύματι ἁγίῳ· οὐ γὰρ πίστεως δεῖ μόνης, ἀλλὰ καὶ πολιτείας πνευματικῆς, ἵνα κατέχωμεν τὸ Πνεῦμα τὸ δοθὲν ἅπαξ. Οὐ γὰρ ξύλα καὶ πῦρ, οὐδὲ βωμὸς καὶ μάχαιρα, ἀλλὰ Πνεῦμα πάντα παρ' ἡμῖν. ∆ιὰ τοῦτο πάντα ποιῶ, ἵνα μὴ σβεσθῇ ἐκεῖνο τὸ πῦρ· τοῦτο γὰρ καὶ ἐπιτέταγμαι. Τί οὖν τοῖς μὴ δεομένοις λέγεις; ∆ι' αὐτὸ δὴ τοῦτο οὐ διδάσκω, ἀλλ' ἀναμιμνήσκω, φησί· καθάπερ ὁ ἱερεὺς παρέστηκε τὸ πῦρ ἀνακαίων, οὕτω καὶ ἐγὼ τὴν προθυμίαν ὑμῶν διεγείρων. Καὶ ὅρα· οὐκ εἶπεν, Ἵνα γένηται ἡ προσφορὰ ὑμῶν, ἀλλὰ, Τῶν ἐθνῶν. Ὅταν δὲ εἴπῃ, Τῶν ἐθνῶν, τὴν οἰκουμένην λέγει, γῆν καὶ θάλασσαν ἅπασαν, καταστέλλων ἐκείνων τὰ φρονήματα, ὥστε μὴ ἀπαξιῶσαι καὶ διδάσκαλον ἔχειν τὸν πρὸς τὰ πέρατα τῆς οἰκουμένης τεινόμενον· ὃ καὶ ἀρχόμενος ἔλεγε, Καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν. Ἐπειδὴ γὰρ σφόδρα ἑαυτὸν ἐταπείνωσε, πάλιν ἐπαίρει τὸν λόγον, καὶ τοῦτο ὑπὲρ ἐκείνων ποιῶν, ὥστε μὴ δόξαι εὐκαταφρόνητος εἶναι. Καὶ ἐν τῷ ἐπαίρειν δὲ αὐτὸν, τοῦ οἰκείου μέμνηται ἤθους, οὕτω λέγων· Ἔχω οὖν καύχησιν. Καυχῶμαι, φησὶν, οὐκ ἐν ἐμαυτῷ, οὐδὲ ἐν τῇ ἡμετέρᾳ σπουδῇ, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι. Οὐ γὰρ τολμήσω τι λαλῆσαι, ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν τῶν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Οὐδὲ γὰρ ἂν ἔχοι τις εἰπεῖν, φησὶν, ὅτι κόμπος μου τὰ ῥήματα· τῆς γὰρ ἱερουργίας μου ταύτης τὰ σύμβολα, καὶ τῆς 60.656 χειροτονίας ἔχω πολλὰ δεῖξαι τὰ τεκμήρια, οὐ ποδήρη καὶ κώδωνας, καθάπερ οἱ παλαιοὶ, οὐδὲ μίτραν καὶ κίδαριν, ἀλλὰ πολλῷ φρικωδέστερα τούτων σημεῖα καὶ θαύματα. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἐνεχειρίσθην μὲν, οὐκ ἐποίησα δὲ τὸ ἐπιταχθέν· μᾶλλον δὲ οὐδὲ ἐγὼ ἐποίησα, ἀλλὰ ὁ Χριστός· διὸ καὶ ἐν αὐτῷ καυχῶμαι, οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλ' ὑπὲρ τῶν πνευματικῶν. Τοῦτο γάρ ἐστι, Τὰ πρὸς τὸν Θεόν. Ὅτι γὰρ ἤνυσα ἐφ' ὃ ἐπέμφθην, καὶ οὐ κόμπος τὰ ῥήματα, δηλοῖ τὰ θαύματα καὶ ἡ τῶν ἐθνῶν ὑπακοή. Οὐ γὰρ τολμήσω τι λαλῆσαι ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Ὅρα πῶς βιάζεται τὸ πᾶν δεῖξαι τοῦ Θεοῦ, καὶ οὐδὲν ἑαυτοῦ. Εἴτε γὰρ φθέγγομαί τι, εἴτε ποιῶ, εἴτε θαυματουργῶ, πάντα αὐτὸς, πάντα τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα δὲ λέγει, δεικνὺς καὶ τοῦ Πνεύματος τὸ ἀξίωμα. Εἶδες πῶς ταῦτα τῶν παλαιῶν θαυμαστότερα καὶ φρικωδέστερα, ἡ θυσία, ἡ προσφορὰ, τὰ σύμβολα; Ὅταν γὰρ εἴπῃ, Ἐν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, τοῦτο λέγει, τὴν διδασκαλίαν, τὴν περὶ βασιλείας φιλοσοφίαν, τὴν τῶν ἔργων, καὶ τῆς πολιτείας ἐπίδειξιν, τοὺς νεκροὺς τοὺς ἐγειρομένους, τοὺς δαίμονας τοὺς ἐλαυνομένους, τοὺς θεραπευομένους τυφλοὺς, τοὺς πηδῶντας χωλοὺς, τὰ ἄλλα τεράστια, ἅπερ ἅπαντα εἰργάζετο τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν. Εἶτα ἡ τούτων ἀπόδειξις, ἐπειδὴ ταῦτα τέως ἀπόφασις ἦν, τῶν μαθητῶν τὸ πλῆθος. ∆ιὸ καὶ ἐπήγαγεν· Ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. Ἀρίθμει τοίνυν καὶ πόλεις καὶ χώρας, καὶ ἔθνη καὶ δήμους, μὴ τοὺς ὑπὸ Ῥωμαίοις μόνους, ἀλλὰ καὶ τοὺς ὑπὸ βαρβάροις. Μὴ γάρ μοι τὴν διὰ τῆς Φοινίκης καὶ Συρίας καὶ τῆς Κιλίκων καὶ Καππαδοκῶν ἔλθῃς ὁδὸν, ἀλλὰ καὶ τὰ ὄπισθεν ἅπαντα λογίζου, τὴν Σαρακηνῶν καὶ Περσῶν καὶ Ἀρμενίων καὶ τὴν τῶν ἄλλων βαρβάρων. ∆ιὰ γὰρ τοῦτο εἶπε, Καὶ κύκλῳ, ἵνα μὴ τὴν κατευθὺ λεωφόρον ἔλθῃς μόνον, ἀλλὰ καὶ πᾶσαν καὶ τὴν κατὰ τὸν νότον Ἀσίαν περιδράμῃς τῇ διανοίᾳ. Καὶ ὥσπερ νιφάδας θαυμάτων ἑνὶ λόγῳ παρέδραμεν, εἰπὼν, Ἐν δυνάμει σημείων καὶ τεράτων· οὕτω καὶ πόλεις ἀπείρους, καὶ ἔθνη καὶ δήμους καὶ χώρας ἐνὶ τούτῳ πάλιν συνεῖλε ῥήματι. Τῷ κύκλῳ. Πόῤῥω γὰρ ἦν τύφου παντός· καὶ ταῦτα δὲ διὰ τούτους ἐφθέγγετο, ὥστε μὴ μέγα φρονεῖν ἐφ' ἑαυτοῖς. Καὶ ἀρχόμενος μὲν, φησὶν, Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν· ἐνταῦθα