217
οὕτω θερμῶς κεχρῆσθαι. Οὐδὲ γὰρ εἶπε, θεάσομαι, ἀλλ' Ἐμπλησθῶ, τὰ τῶν γονέων μιμούμενος ῥήματα. Καὶ ἀρχόμενος μὲν ἔλεγεν, Ἵνα τινὰ καρπὸν σχῶ· ἐνταῦθα δὲ, Ἵνα ἐμπλησθῶ· ἅπερ ἀμφότερα ἐφελκομένου ἦν. Τὸ μὲν γὰρ ἐγκώμιον αὐτῶν ἦν μέγιστον, εἴ γε καρπὸν αὐτῷ παρέχειν ἔμελλον ἐκ τῆς ὑπακοῆς· τὸ δὲ, τῆς αὐτοῦ φιλίας δεῖγμα γνήσιον. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων οὕτως ἔλεγεν· Ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι· διὰ πάντων τὴν πρὸς τοὺς μαθητὰς ἀγάπην ἐνδεικνύμενος, ἧς ἴσον οὐδέν. ∆ιὸ καὶ ἀρχόμενος ἀεὶ τῶν ἐπιστολῶν ἐντεῦθεν προοιμιάζεται, καὶ τελευτῶν εἰς τοῦτο καταλύει πάλιν. δʹ. Καθάπερ γὰρ πατὴρ φιλόπαις μονογενὲς παιδίον καὶ γνήσιον, ἐφίλει τοὺς πιστοὺς ἅπαντας· διὸ καὶ ἔλεγε, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ γὰρ πρὸ τῶν ἄλλων ἁπάντων τοῦτο χρὴ τὸν διδάσκαλον ἔχειν. ∆ιὸ καὶ Πέτρῳ ἔλεγεν ὁ Χριστὸς, Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου. Ὁ γὰρ τὸν Χριστὸν φιλῶν, καὶ τὴν ποίμνην αὐτοῦ φιλεῖ. Καὶ τὸν Μωϋσέα δὲ τότε ἐπέστησε τῷ δήμῳ τῶν Ἰουδαίων, ὅτε τὴν πρὸς αὐτοὺς εὔνοιαν ἐπεδείξατο· καὶ ὁ ∆αυῒδ δὲ οὕτως ἐπὶ τὴν βασιλείαν ἦλθε, πρότερον φιλόστοργος περὶ αὐτοὺς φανείς. Οὕτω γοῦν ἔτι νέος ὢν ἤλγησε ὑπὲρ τοῦ λαοῦ, ὡς καὶ τὴν αὐτοῦ ψυχὴν ἐπιδοῦναι, ἡνίκα τὸν βάρβαρον καθεῖλεν ἐκεῖνον. Εἰ δὲ λέγει· Τί ἔσται τῷ ἀνελόντι τὸν ἀλλόφυλον τοῦτον; οὐ μισθὸν ἀπαιτῶν ἔλεγεν, ἀλλὰ πιστευθῆναι βουλόμενος, καὶ ἐγχειρισθῆναι τὴν πρὸς αὐτὸν μάχην. Ὅτε γοῦν εἰσῆλθε πρὸς τὸν βασιλέα μετὰ τὴν νίκην, οὐδὲν ὑπὲρ τούτων διελέχθη. Καὶ ὁ Σαμουὴλ δὲ σφόδρα φιλόστοργος ἦν· διὸ καὶ ἔλεγεν, Ἐμοὶ δὲ μὴ γένοιτο διαμαρτεῖν τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ. Οὕτω καὶ Παῦλος, μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον, ἁπάντων περιεκαίετο τῶν ἀρχομένων. ∆ιὸ καὶ τοὺς μαθητὰς οὕτω πρὸς αὐτὸν διέθηκεν, ὡς εἰπεῖν, ὅτι Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. ∆ιὰ τοῦτο καὶ τοῖς Ἰουδαίων διδασκάλοις τοῦτο πρὸ τῶν ἄλλων ὁ Θεὸς ἐγκαλεῖ λέγων· Ὦ οἱ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ τὰ πρόβατα βόσκουσιν; Ἐκεῖνοι δὲ τοὐναντίον ἐποίουν. Τὸ γάλα γὰρ, φησὶ, κατεσθίετε, καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ ἐσφάζετε, καὶ τὰ πρόβατα οὐκ ἐβόσκετε. Καὶ ὁ Χριστὸς δὲ ποιμένος ἀρίστου κανόνα ἐκφέρων ἔλεγεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Τοῦτο ὁ ∆αυῒδ ἐποίησε πολλαχοῦ τε ἀλλαχοῦ, καὶ ἡνίκα ἄνωθεν κατὰ τοῦ δήμου παντὸς ἡ φοβερὰ ἐκείνη ὀργὴ κατεφέρετο. Πάντων γὰρ σφαττομένων ἔλεγεν, Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· καὶ οὗτοι, τὸ ποίμνιον, τί ἐποίησαν; ∆ιὰ τοῦτο καὶ ἐν τῇ αἱρέσει τῶν τιμωριῶν ἐκείνων οὐ λιμὸν εἵλετο, οὐ δίωξιν ἐχθρῶν, ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ πεμπόμενον θάνατον, δι' οὗ προσεδόκα τοὺς μὲν ἄλλους ἐν ἀσφαλείᾳ καταστήσειν, αὐτὸν δὲ πρὸ τῶν ἄλλων ἁπάντων κατενεχθήσεσθαι. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἐγένετο, θρηνεῖ καὶ λέγει· Ἐν ἐμοὶ ἡ χείρ σου· εἰ δὲ οὐκ ἀρκεῖ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Ἐγὼ γὰρ, φησὶν, ὁ ποιμὴν ἥμαρτον. Ὡσανεὶ ἔλεγεν, ὅτι Εἰ καὶ οὗτοι ἥμαρτον, ἐγὼ ὑπεύθυνος ἤμην τῇ τιμωρίᾳ ὁ μὴ διορθούμενος· 60.659 ὅταν δὲ καὶ ἐμὸν τὸ ἁμάρτημα ᾖ, ἐγὼ δίκαιος ἂν εἴην δοῦναι τὴν τιμωρίαν. Καὶ γὰρ αὐξῆσαι τὸ ἔγκλημα θέλων, τὸ τοῦ ποιμένος ἔθηκεν ὄνομα. Οὕτω γοῦν τὴν ὀργὴν ἔστησεν, οὕτω τὴν ἀπόφασιν ἀνεκαλέσατο· τοσοῦτόν ἐστιν ἐξομολόγησις· ∆ίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· τοσοῦτον κηδεμονία καὶ συμπάθεια ποιμένος ἀρίστου. Καὶ γὰρ ἐσπαράττετο αὐτοῦ τὰ σπλάγχνα πιπτόντων ἐκείνων, καθάπερ παίδων γνησίων ἀναιρουμένων· διὸ καὶ ἐπ' αὐτὸν τὴν ὀργὴν ἐλθεῖν ἠξίου. Καὶ ἐν ἀρχῇ δὲ τῆς σφαγῆς τοῦτο ἐποίησεν ἂν, εἰ μὴ καὶ βαδίζουσαν αὐτὴν ὁδῷ καὶ πρὸς αὐτὸν ἥξειν ἤλπιζεν. Ὅτε γοῦν εἶδε τοῦτο μὲν μὴ γινόμενον, ἐκείνους δὲ ἐπινεμομένην τὴν συμφορὰν, οὐκέτι ἤνεγκεν, ἀλλ' ἀνήφθη μᾶλλον, ἢ ἐπὶ τοῦ Ἀμνὼν τοῦ πρωτοτόκου. Τότε γὰρ θάνατον οὐκ ᾔτησε, νῦν δὲ ἀξιοῖ πρὸ τῶν ἄλλων πεσεῖν. Τοιοῦτον εἶναι χρὴ τὸν ἄρχοντα, καὶ μᾶλλον ταῖς