220
διδάσκαλος καταδέχηται ἀποκομίζειν, καὶ μέλλων εἰς Ῥώμην ἀποδημεῖν, καὶ οὕτως αὐτοὺς ἐπιποθῶν, τοῦτο ἐκείνου προτιμᾷ. Ηὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα, τουτέστιν, ἐδοκίμασαν, ἐπεθύμησαν, κοινωνίαν τινά. Πάλιν οὐκ εἶπεν Ἐλεημοσύνην, ἀλλὰ Κοινωνίαν. Τὸ δὲ, Τινὰ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἵνα μὴ δόξῃ τούτους ὀνειδίζειν. Καὶ οὐκ εἶπεν ἁπλῶς, Εἰς τοὺς πτωχοὺς, ἀλλ' Εἰς τοὺς πτωχοὺς τῶν ἁγίων· διπλῆν ποιῶν τὴν σύστασιν, καὶ τὴν ἀπὸ τῆς 60.662 ἀρετῆς καὶ τὴν ἀπὸ τῆς πενίας. Καὶ οὐδὲ τούτῳ μόνον ἠρκέσθη, ἀλλ' ἐπήγαγεν, ὅτι Ὀφειλέται εἰσίν. Εἶτα δείκνυσι πῶς ὀφειλέται. Εἰ γὰρ τοῖς πνευματικοῖς ἐκοινώνησαν αὐτῶν, φησὶ, τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. Ὃ δὲ λέγει, τοῦτό ἐστι· ∆ι' αὐτοὺς ἦλθεν ὁ Χριστὸς, αὐτοῖς ἦν ἅπαντα ἐπηγγελμένα τοῖς ἐξ Ἰουδαίων, ἐξ αὐτῶν ὁ Χριστός· διὸ καὶ ἔλεγεν, Ἐκ τῶν Ἰουδαίων ἐστὶν ἡ σωτηρία· ἐκεῖθεν οἱ ἀπόστολοι, ἐκεῖθεν οἱ προφῆται, ἐκεῖθεν τὰ ἀγαθὰ πάντα. Τούτων οὖν ἁπάντων ἐκοινώνησεν ἡ οἰκουμένη. Εἰ τοίνυν ἐν τοῖς μείζοσιν ἐκοινωνήσατε, φησὶ, καὶ τῶν δείπνων τῶν ἐκείνοις παρεσκευασμένων ὑμεῖς εἰσελθόντες ἀπηλαύσατε τῶν προκειμένων κατὰ τὴν τοῦ εὐαγγελίου παραβολήν· ὀφείλετε καὶ τῶν σαρκικῶν κοινωνῆσαι καὶ μεταδοῦναι αὐτοῖς. Καὶ οὐκ εἶπε, Κοινωνῆσαι, ἀλλὰ Λειτουργῆσαι· ἐν τάξει διακόνων αὐτοὺς καθιστὰς, καὶ τῶν βασιλεῦσι τελούντων φόρους. Καὶ οὐκ εἶπεν, Ἐν τοῖς σαρκικοῖς ὑμῶν, ὥσπερ, Ἐν τοῖς πνευματικοῖς αὐτῶν· τὰ μὲν γὰρ πνευματικὰ ἐκείνων, τὰ δὲ σαρκικὰ οὐ τούτων μόνον, ἀλλὰ κοινὰ πάντων· τὰ γὰρ χρήματα πάντων ἐκέλευσεν εἶναι, οὐχὶ τῶν κεκτημένων μόνον. Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον· τουτέστιν, ὡς εἰς βασιλικὰ ταμιεῖα ἐναποθέμενος, ὡς ἐν ἀσύλῳ καὶ ἀσφαλεῖ χωρίῳ· καὶ οὐκ εἶπεν, Ἐλεημοσύνην, ἀλλὰ πάλιν, Τὸν καρπόν· δεικνὺς κερδαίνοντας τοὺς παρέχοντας. Ἀπελεύσομαι δι' ὑμῶν εἰς Σπανίαν. Πάλιν μέμνηται τῆς Σπανίας, δεικνὺς τὸ ἄοκνον καὶ τὸ περὶ ἐκείνους θερμόν. Οἶδα δὲ, ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι. Τί ἐστιν, Ἐν πληρώματι εὐλογίας; Ἤτοι περὶ χρημάτων φησὶν, ἢ περὶ πάντων ἁπλῶς τῶν κατορθωμάτων. Εὐλογίαν γὰρ, ὡς τὰ πολλὰ, τὴν ἐλεημοσύνην εἴωθε λέγειν· ὡς ὅταν λέγῃ, Ὡς εὐλογίαν, μὴ ὡς πλεονεξίαν· καὶ ἔθος δὲ παλαιὸν οὕτως ἦν καλεῖσθαι τὸ πρᾶγμα. Ἐπειδὴ δὲ ἐνταῦθα προσέθηκε, Τοῦ Εὐαγγελίου, διὰ τοῦτό φαμεν οὐ περὶ χρημάτων μόνον εἰρηκέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων· ὡσανεὶ εἶπεν, Οἶδα δὲ, ὅτι ἐρχόμενος ὄψομαι ὑμᾶς ἐν ἅπασιν εὐδοκιμοῦντας, καὶ κομῶντας τοῖς ἀγαθοῖς, καὶ μυρίων ἐπαίνων ἀξίους τῶν κατὰ τὸ εὐαγγέλιον. Καὶ τοῦτο δὲ εἶδος συμβουλῆς θαυμαστὸν, τὸ προκαταλαμβάνειν αὐτοὺς τοῖς ἐγκωμίοις. Ὅταν γὰρ παραιτῆται ἐν τάξει παραινέσεως τοῦτο ποιεῖν, ἐπὶ τοῦτον ἔρχεται τῆς διορθώσεως τὸν τρόπον. Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος. βʹ. Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦμα προβάλλεται, καὶ οὐδαμῶς μέμνηται τοῦ Πατρός. Ταῦτα δὲ εἶπον, ἵν' ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ μεμνημένον, ἢ Πατρὸς μόνου, μήτε Υἱὸν μήτε Πνεῦμα ἀθετῇς. Καὶ οὐκ εἶπε, Πνεύματος, ἀλλ' Ἀγάπης Πνεύματος. Καθάπερ γὰρ ὁ Χριστὸς ἠγάπησε τὸν κόσμον καὶ ὁ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. Τί δέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ μοι; Συναγωνίσασθαί μοι 60.663 ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ. Μέγας ἄρα ἀγὼν αὐτῷ προὔκειτο· διὸ καὶ τὰς εὐχὰς αὐτῶν καλεῖ. Καὶ οὐκ εἶπεν, Ἵνα συμπλακῶ, ἀλλ' Ἵνα ῥυσθῶ· ὡς ὁ Χριστὸς ἐκέλευσεν, Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ταῦτα δὲ λέγων, ἐδείκνυ πονηρούς τινας λύκους ἐπιθησομένους αὐτῷ, καὶ θηρία μᾶλλον ἢ ἄνδρας. Ἀπὸ δὲ τούτου καὶ ἕτερον παρεσκεύαζε, τὸ δεῖξαι ὅτι δικαίως ἀνεδέξατο τὸ διακονῆσαι τοῖς ἁγίοις, εἴ γε τοσοῦτοι οἱ ἀπειθοῦντες, ὡς καὶ αὐτῶν εὔχεσθαι ῥυσθῆναι. Οἱ γὰρ μεταξὺ τοσούτων ὄντες πολεμίων, καὶ λιμῷ ἀπόλλυσθαι ἔμελλον· διὸ ἀναγκαίως ἑτέρωθεν αὐτοῖς