222
χρημάτων λειτουργίαν αἰνίττεται, θαυμάζων αὐτοὺς, ὅτι καὶ τὸ αἷμα αὐτῶν ἐξέχεαν, καὶ τὴν οὐσίαν κοινὴν προὔθηκαν ἅπασαν. Εἶδες γυναῖκας γενναίας, οὐδὲν ἀπὸ τῆς φύσεως ἐμποδισθείσας εἰς τὸν τῆς ἀρετῆς δρόμον; Καὶ μάλα εἰκότως· Ἐν Χριστῷ γὰρ Ἰησοῦ οὐκ ἄρσεν, οὐ θῆλυ. Καὶ ὅπερ ἐπὶ τῆς προτέρας εἶπε, τοῦτο καὶ ἐπὶ ταύτης φησί· καὶ γὰρ καὶ περὶ ἐκείνης ἔλεγεν, Ἥτις προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ· καὶ ἐπὶ ταύτης πάλιν, ὅτι Οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Ἵνα γὰρ μὴ δόξῃ κολακεύων ταῦτα λέγειν, καὶ ἄλλους μάρτυρας ἄγει τῶν γυναικῶν πολλῷ πλείους. Καὶ τὴν κατ' οἶκον αὐτῶν Ἐκκλησίαν. Οὕτω γὰρ ἦσαν εὐδόκιμοι, ὡς καὶ τὴν οἰκίαν ἐκκλησίαν ποιῆσαι, διά τε τοῦ πάντας ποιῆσαι πιστοὺς, καὶ διὰ τοῦ τοῖς ξένοις αὐτὴν ἀνοῖξαι πᾶσιν. Οὐδὲ γὰρ ἁπλῶς εἴωθεν οἰκίας ἐκκλησίας καλεῖν, εἰ μὴ πολλὴ ἡ εὐλάβεια καὶ πολὺς ὁ τοῦ Θεοῦ φόβος ἐῤῥιζωμένος ἐν αὐτοῖς εἴη. ∆ιὰ τοῦτο καὶ Κορινθίοις ἔλεγεν, Ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσκιλλαν, σὺν τῇ κατ' οἶκον αὐτῶν Ἐκκλησίᾳ· καὶ περὶ Ὀνησίμου δὲ γράφων φησὶ, Παῦλος Φιλήμονι καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ. Ἔνι γὰρ καὶ ἐν γάμῳ ὄντα θαυμαστὸν εἶναι καὶ γενναῖον. Ἰδοὺ οὖν καὶ οὗτοι ἐν γάμῳ ἦσαν, καὶ σφόδρα ἔλαμψαν, καίτοι γε οὐδὲ τὸ ἐπιτήδευμα αὐτῶν λαμπρὸν ἦν· σκηνοποιοὶ γὰρ ἦσαν· ἀλλ' ὅμως πάντα ἀπέκρυψεν ἡ ἀρετὴ, καὶ ὑπὲρ τὸν ἥλιον αὐτοὺς ἔδειξε· καὶ οὔτε ἡ τέχνη οὔτε ἡ συζυγία αὐτοὺς παρέβλαψεν, ἀλλὰ τὴν ἀγάπην, ἣν ὁ Χριστὸς ἀπῄτησε, ταύτην ἐπεδείξαντο. Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, φησὶν, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ. Καὶ ὃ γνώρισμά ἐστι μαθητοῦ, τοῦτο κατώρθωσαν· ἔλαβον γὰρ τὸν σταυρὸν, καὶ ἠκολούθησαν. Οἱ γὰρ ὑπὲρ τοῦ Παύλου τοῦτο 60.665 ποιοῦντες, πολλῷ μᾶλλον ὑπὲρ τοῦ Χριστοῦ ταύτην ἐπεδείξαντο τὴν ἀνδρείαν. Ταῦτα καὶ πλούσιοι καὶ πένητες ἀκουέτωσαν. Εἰ γὰρ οἱ ἀπὸ τῶν χειρῶν ζῶντες καὶ ἐργαστηρίου προεστηκότες τοσαύτην ἐπεδείξαντο δαψίλειαν, ὡς Ἐκκλησίαις πολλαῖς γενέσθαι χρήσιμοι· τίνα ἂν ἔχοιεν συγγνώμην οἱ πλουτοῦντες καὶ τοὺς πένητας παρορῶντες; Ἐκεῖνοι μὲν γὰρ οὐδὲ τοῦ αἵματος ἐφείσαντο διὰ τὸ τῷ Θεῷ δοκοῦν, σὺ δὲ καὶ χρημάτων ὀλίγων φείδῃ, πολλάκις ὑπεριδὼν τῆς σεαυτοῦ ψυχῆς; Ἀλλὰ περὶ μὲν τὸν διδάσκαλον τοιοῦτοι ἐκεῖνοι, περὶ δὲ τοὺς μαθητὰς οὐ τοιοῦτοι; Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· καὶ γὰρ αἱ Ἐκκλησίαι τῶν ἐθνῶν, φησὶν, αὐτοῖς εὐχαριστοῦσι. Καίτοι ἐξ Ἰουδαίων ἦσαν, ἀλλ' ὅμως οὕτως ἐπίστευσαν εἰλικρινῶς, ὡς καὶ ἐκείνοις μετὰ προθυμίας διακονεῖσθαι πάσης. Τοιαύτας εἶναι χρὴ τὰς γυναῖκας, Μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλὰ τούτοις καλλωπιζομένας τοῖς κατορθώμασι. Ποῖα γὰρ, εἰπέ μοι, βασίλισσα οὕτως ἔλαμψε, ποία οὕτως ᾄδεται ὡς αὕτη ἡ τοῦ σκηνοποιοῦ; Καὶ ἐν τοῖς ἁπάντων ἐστὶ στόμασιν, οὐ δέκα, οὐδὲ καὶ εἴκοσιν ἔτη, ἀλλὰ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας· καὶ πάντες αὐτὴν ἐπὶ τοιούτοις ἀνακηρύττουσιν, ἃ τοῦ διαδήματος αὐτὴν μᾶλλον κοσμεῖ τοῦ βασιλικοῦ. Τί γὰρ μεῖζον, τί δὲ ἴσον τοῦ προστάτιν γενέσθαι Παύλου, τοῦ κινδύνοις ἰδίοις διασῶσαι τὸν τῆς οἰκουμένης διδάσκαλον; Σκόπει γοῦν καὶ ὅσαι μὲν βασιλίδες σεσίγηνται, ἡ δὲ τοῦ σκηνοποιοῦ πανταχοῦ περιφέρεται μετὰ τοῦ σκηνοποιοῦ, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ἐπιτρέχει καὶ ἡ δόξα τῆς γυναικὸς οἰκουμένην· καὶ Πέρσαι καὶ Σκύθαι καὶ Θρᾷκες, καὶ οἱ τὰς ἐσχατιὰς οἰκοῦντες, ᾄδουσι τῆς γυναικὸς τὴν φιλοσοφίαν καὶ μακαρίζουσι. Πόσον πλοῦτον, πόσα διαδήματα καὶ ἁλουργίδας οὐκ ἂν ἡδέως ἔῤῥιψας ὑπὲρ τοῦ τοιαύτην μαρτυρίαν λαβεῖν; Οὐδὲ γὰρ ἔχοι τις ἂν εἰπεῖν, ὅτι ἐν κινδύνοις μὲν ἦσαν τοιοῦτοι, καὶ ἐν χρήμασι δαψιλεῖς, τοῦ κηρύγματος δὲ ἠμέλουν· καὶ γὰρ συνεργοὺς αὐτοὺς καὶ συλλειτουργοὺς διὰ τοῦτο καλεῖ. Καὶ οὐκ αἰσχύνεται γυναῖκα συλλειτουργὸν καλῶν, τὸ σκεῦος τῆς ἐκλογῆς, ἀλλὰ καὶ ἐγκαλλωπίζεται τούτῳ· οὐ γὰρ τῇ φύσει προσέχει, ἀλλὰ τὴν προαίρεσιν στεφανοῖ. Τί τοῦ κόσμου τούτου ἴσον; ποῦ νῦν ὑμῖν ὁ πλοῦτος ὁ πανταχοῦ περιῤῥέων; ποῦ δὲ ὁ τῶν ὄψεων καλλωπισμός;