223
ποῦ δὲ ἡ δόξα ἡ κενή; Κατάμαθε τῆς γυναικὸς τὸν κόσμον, τὸν οὐ σώματι περικείμενον, ἀλλὰ ψυχὴν καλλωπίζοντα, τὸν οὐδέποτε ἀποτιθέμενον, τὸν οὐκ ἐν κιβωτίῳ κείμενον, ἀλλὰ τοῖς οὐρανοῖς ἐναποκείμενον. δʹ. Βλέπε αὐτῶν τὸν περὶ τὸ κήρυγμα πόνον, τὸν ἐν τῷ μαρτυρίῳ στέφανον, τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν, τὴν περὶ Παῦλον ἀγάπην, τὸ περὶ τὸν Χριστὸν φίλτρον· παράβαλε τούτοις τὰ σὰ, τὴν περὶ τὰ χρήματα σπουδὴν, τὴν πρὸς τὰς πορνευομένας ἅμιλλαν, τὴν πρὸς τὸν χόρτον φιλονεικίαν· καὶ τότε ὄψεις τίνες μὲν ἐκεῖνοι, τίς δὲ σύ. Μᾶλλον δὲ μὴ παράβαλε μόνον, ἀλλὰ καὶ ζήλου τὴν γυναῖκα, καὶ τὰ φορτία τῆς χλόης ἀποθεμένη (τοῦτο γὰρ ἡ τῶν ἱματίων πολυτέλεια), λάμβανε τὸν ἐκ τοῦ οὐρανοῦ κόσμον, καὶ μάνθανε πόθεν ἐγένοντο τοιοῦτοι οἱ περὶ Πρίσκιλλαν. Πόθεν οὖν ἐγένοντο; ∆ύο ἔτη τὸν Παῦλον ἐξενοδόχησαν· ἔτη δὲ δύο τί οὐκ ἂν αὐτῶν εἰργάσατο τὴν ψυχήν; Τί οὖν ἐγὼ πάθω, φησὶν, ὅτι Παῦλον οὐκ ἔχω; Ἐὰν θέλῃς, ἀκριβέστερον ἔχεις ἢ ἐκεῖνοι· οὐδὲ γὰρ ἐκείνους ἡ ὄψις ἡ Παύλου τοιούτους ἐποίησεν, ἀλλὰ 60.666 τὰ ῥήματα Παύλου. Ὥστε, εἰ βουληθείης, καὶ Παῦλον καὶ Πέτρον καὶ Ἰωάννην καὶ τῶν προφητῶν ἅπαντα τὸν χορὸν μετὰ τῶν ἀποστόλων ἕξεις ὁμιλοῦντά σοι διηνεκῶς. Λάβε γὰρ τῶν μακαρίων τούτων τὰς βίβλους, καὶ ἐντύγχανε διηνεκῶς ταῖς ἐκείνων γραφαῖς, καὶ δυνήσονταί σε ποιῆσαι κατὰ τὴν τοῦ σκηνοποιοῦ γυναῖκα. Καὶ τί λέγω Παῦλον; Ἂν γὰρ ἐθέλῃς, καὶ αὐτὸν ἕξεις τὸν Παύλου ∆εσπότην· διὰ γὰρ τῆς Παύλου γλώττης καὶ ἐκεῖνός σοι διαλέξεται. Καὶ ἑτέρως δὲ πάλιν δυνήσῃ δέξασθαι τοῦτον, ὅταν τοὺς ἁγίους δέξῃ, ὅταν τοὺς εἰς ἐκεῖνον πιστεύοντας θεραπεύσῃς· οὕτω καὶ ἀπελθόντων ἐκείνων, πολλὰ ὑπομνήματα εὐλαβείας ἕξεις. Οἶδε γὰρ καὶ τράπεζα ἐφ' ἧς ὁ ἅγιος ἔφαγε, καὶ καθέδρα ἐφ' ἧς ἐκάθισε, καὶ κλίνη ἐφ' ἧς κατεκλίθη, κατανύξαι τὸν ὑποδεξάμενον, καὶ ἀπελθόντος ἐκείνου. Πῶς γοῦν οἴει τὴν Σωναμῖτιν ἐκείνην κατανύττεσθαι, εἰσελθοῦσαν εἰς τὸ ὑπερῷον ἔνθα κατέμενεν ὁ Ἐλισσαῖος, ὁρῶσαν τὴν τράπεζαν, τὴν κλίνην ἐφ' ἧς ὁ ἅγιος ἐκεῖνος ἐκάθευδε; πόσην ἐντεῦθεν δέχεσθαι τὴν εὐλάβειαν; Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, ἔῤῥιψεν ἐκεῖ τὸ παιδίον νεκρὸν, εἰ μὴ πολλὴν ἐκεῖθεν ἐκαρποῦτο τὴν ὠφέλειαν. Εἰ γὰρ μετὰ τοσοῦτον χρόνον εἰσιόντες, ἔνθα ἔμεινε Παῦλος, ἔνθα ἐδέθη, ἔνθα συνεκάθισε καὶ διελέχθη, πτερούμεθα, καὶ πρὸς τὴν μνήμην τῆς ἡμέρας ἀπὸ τῶν τόπων παραπεμπόμεθα· ἔτι νεωτέρων τῶν πραγμάτων ὄντων, τί πάσχειν εἰκὸς τοὺς μετ' εὐλαβείας ξενοδοχοῦντας; Ταῦτ' οὖν εἰδότες ὑποδεχώμεθα τοὺς ἁγίους, ἵνα λάμπῃ ἡ οἰκία, ἵνα ἀπαλλάττηται τῶν ἀκανθῶν, ἵνα λιμὴν γένηται τὸ δωμάτιον· καὶ ὑποδεχώμεθα, καὶ τοὺς πόδας νίπτωμεν. Οὐκ εἶ σὺ τῆς Σάῤῥας βελτίων οὐδὲ εὐγενεστέρα οὐδὲ εὐπορωτέρα, κἂν βασίλισσα ᾖς. Τριακοσίους γοῦν καὶ δεκακαιοκτὼ οἰκογενεῖς εἶχεν ἐκείνη, ὅτε καὶ τὸ δύο παῖδας ἔχειν πλοῦτος ἦν. Καὶ τί λέγω τριακοσίους καὶ δεκακαιοκτὼ οἰκέτας; Τὴν οἰκουμένην ἅπασαν ἐν τῷ σπέρματι καὶ ταῖς ἐπαγγελίαις ἐκέκτητο, τὸν τοῦ Θεοῦ φίλον εἶχεν ἄνδρα, αὐτὸν τὸν Θεὸν προστάτην, ὃ πάσης βασιλείας μεῖζον ἦν. Ἀλλ' ὅμως ἐν τοσαύτῃ οὖσα περιφανείᾳ καὶ δόξῃ, αὐτὴ ἔφυρε τὰ ἄλευρα, καὶ τὰ ἄλλα πάντα διηκονεῖτο, καὶ ἑστιωμένοις παρειστήκει πάλιν ἐν τάξει θεραπαινίδος. Οὐκ εἶ σὺ τοῦ Ἀβραὰμ εὐγενέστερος, ὃς τὰ οἰκετῶν ἔπραττε, μετὰ τὰ τρόπαια ἐκεῖνα, μετὰ τὰς νίκας, μετὰ τὴν τιμὴν τοῦ βασιλέως Αἰγύπτου, μετὰ τὸ τοὺς Περσῶν ἐλάσαι βασιλεῖς, καὶ τὰ λαμπρὰ στῆσαι τρόπαια. Μηδὲ τοῦτο ἴδῃς, ὅτι εὐτελεῖς τὸ φαινόμενον οἱ ἅγιοι οἱ πρὸς σὲ καταγόμενοι, καὶ πτωχοὶ καὶ ῥακοδυτοῦντες πολλάκις, ἀλλ' ἐκείνης μέμνησο τῆς φωνῆς τῆς λεγούσης· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε· καὶ, Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν οὐρανοῖς· καὶ δέχου μετὰ προθυμίας αὐτοὺς, τὰ μυρία σοι κομίζοντας ἀγαθὰ διὰ τῶν ἀσπασμῶν τῆς εἰρήνης. Καὶ μετὰ τῆς Σάῤῥας λογίζου καὶ τὴν Ῥεβέκκαν, ἣ καὶ ὑδρεύετο καὶ ἐπότιζε καὶ ἐκάλει τὸν ξένον ἔνδον, πάντα καταπατήσασα τῦφον·