1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

225

νοημάτων τοσούτων ἀμελουμένων, καὶ πολλῶν οὐδὲ τὰ ὀνόματα αὐτὰ τῶν βιβλίων εἰδότων; Πλὴν ἀλλ' οὐδ' οὕτως ἀναχωρητέον ἡμῖν τῆς περὶ τὰ τοιαῦτα σπουδῆς. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριον ἐπὶ τοὺς τραπεζίτας. ∆ιόπερ κἂν μηδεὶς ὁ ὑποδεχόμενος ᾖ, τὸ αὑτῶν ποιῶμεν, καὶ δεικνύωμεν οὐδὲν περιττὸν οὐδὲ εἰκῆ προφερόμενον ταῖς Γραφαῖς. Εἰ γὰρ μηδὲν εἶχε ταῦτα κέρδος, οὐδ' ἂν προσετέθη τῇ Ἐπιστολῇ, οὐδ' ἂν Παῦλος ἔγραψεν ἅπερ ἔγραψεν. Ἀλλὰ γὰρ οὕτω τινές εἰσι βάναυσοι καὶ χαῦνοι καὶ τῶν οὐρανῶν ἀνάξιοι, ὡς μὴ μόνον ὀνόματα, ἀλλὰ καὶ ὁλόκληρα βιβλία περιττὰ εἶναι νομίζειν, ὡς τὸ Λευϊτικὸν, ὡς τὸν Ἰησοῦν, καὶ ἕτερα πλείονα. Οὕτω καὶ τὴν Παλαιὰν πολλοὶ τῶν ἀνοήτων ἐξέβαλον· καὶ 60.668 ὁδῷ προβαίνοντες τῇ ἀπὸ πονηρᾶς ταύτης συνηθείας, πολλὰ καὶ τῆς Καινῆς περιέκοψαν. Ἀλλὰ τούτων μὲν ἅτε μεθυόντων καὶ τῇ σαρκὶ ζώντων οὐ πολὺς ἡμῖν ὁ λόγος· εἰ δέ τις φιλοσοφίας ἐραστὴς, καὶ πνευματικῆς ἀκροάσεως φίλος, ἀκουέτω ὅτι οὐδὲ τὰ μικρὰ δοκοῦντα εἶναι ἐν τῇ Γραφῇ, εἰκῆ κεῖται καὶ μάτην, καὶ ὅτι καὶ τὰ παλαιὰ πολὺ φέρει τὸ κέρδος. Ταῦτα γὰρ πάντα τύποι, καὶ πρὸς νουθεσίαν ἡμῶν ἐγράφη, φησί. ∆ιὸ καὶ Τιμοθέῳ ἔλεγε, Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, εἰς τὴν τῶν παλαιῶν αὐτὸν ἀνάγνωσιν ἐμβάλλων βιβλίων, ἄνθρωπον τοσοῦτον πνεῦμα ἔχοντα, ὡς καὶ δαιμόνια ἐλαύνειν καὶ νεκροὺς ἐγείρειν. Ἐχώμεθα τοίνυν τῶν προκειμένων. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου. Ἄξιον ἐντεῦθεν ἰδεῖν, πῶς ἑκάστῳ τοὺς ἐπαίνους ἀπονέμει διαφόρως. Οὐδὲ γὰρ μικρὸς οὗτος ὁ ἔπαινος, ἀλλὰ καὶ σφόδρα μέγας καὶ πολλῆς ἀρετῆς ἐνδεικτικὸς, τὸ Παῦλον ἔχειν ἀγαπητὸν, τὸν οὐκ εἰδότα χάριτι, ἀλλὰ κρίσει φιλεῖν. Εἶτα καὶ ἄλλο ἐγκώμιον· Ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας. Ἢ γὰρ τοῦτό φησιν, ὅτι τῶν ἄλλων ἁπάντων προεπήδησε καὶ ἐπίστευσεν, ὅπερ οὐ μικρὸς ἔπαινος, ἢ ὅτι πάντων τῶν ἄλλων πλείονα ἐπιδείκνυται τὴν εὐλάβειαν. ∆ιὰ τοῦτο εἰπὼν, Ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας, οὐκ ἐσίγησεν, ἵνα μὴ τὴν κοσμικὴν ὑποπτεύσῃς δόξαν, ἀλλὰ προσέθηκεν, Εἰς Χριστόν. Εἰ γὰρ ἐν τοῖς πολιτικοῖς πράγμασιν ὁ πρωτεύων μέγας εἶναι δοκεῖ καὶ λαμπρός· πολλῷ μᾶλλον ἐν τούτοις. Ἐπεὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ταπεινοῦ γένους εἶναι, λέγει τὴν ἀληθῆ εὐγένειαν καὶ τὴν προεδρίαν, ἐντεῦθεν αὐτὸν κοσμῶν. Καὶ οὐχὶ Κορίνθου μόνον, ἀλλὰ καὶ ὁλοκλήρου ἔθνους φησὶν αὐτὸν ἀπαρχὴν εἶναι, ὡσανεὶ θύραν καὶ εἴσοδον τοῖς ἄλλοις γεγενημένον. Οὐ μικρὸς δὲ τοῖς τοιούτοις ὁ μισθός· καὶ γὰρ καὶ τῶν ἑτέροις κατωρθωμένων πολλὴν καρπώσεται τὴν ἀμοιβὴν ὁ τοιοῦτος, ἅτε καὶ ἐκείνοις πολὺ διὰ τῆς ἀρχῆς συνεισενεγκών. Ἀσπάσασθε Μαριὰμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς. Τί τοῦτο; Πάλιν γυνὴ στεφανοῦται καὶ ἀνακηρύττεται, πάλιν ἡμεῖς αἰσχυνόμεθα οἱ ἄνδρες· μᾶλλον δὲ οὐκ αἰσχυνόμεθα μόνον, ἀλλὰ καὶ σεμνυνόμεθα. Σεμνυνόμεθα μὲν γὰρ, ὅτι τοιαῦται παρ' ἡμῖν γυναῖκες· αἰσχυνόμεθα δὲ, ὅτι σφόδρα αὐτῶν ἀπολιμπανόμεθα οἱ ἄνδρες. Ἀλλ' ἐὰν μάθωμεν πόθεν ἐκεῖναι καλλωπίζονται, ταχέως καὶ ἡμεῖς αὐτὰς καταληψόμεθα. Πόθεν οὖν καλλωπίζονται; Ἀκουέτωσαν καὶ ἄνδρες καὶ γυναῖκες· οὐκ ἀπὸ τῶν ψελλίων, οὐδὲ ἀπὸ τῶν ὁρμίσκων, οὐδὲ ἀπὸ τῶν εὐνούχων καὶ τῶν 60.669 θεραπαινίδων καὶ τῶν χρυσοπάστων ἱματίων, ἀλλ' ἀπὸ τῶν ὑπὲρ τῆς ἀληθείας ἱδρώτων. Ἥτις γὰρ, φησὶ, πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς· οὐκ εἰς ἑαυτὴν μόνον οὐδὲ εἰς τὴν οἰκείαν ἀρετὴν, ὃ πολλαὶ καὶ νῦν ποιοῦσι γυναῖκες νηστεύουσαι, χαμευνοῦσαι, ἀλλὰ καὶ εἰς ἑτέρους, ἀποστόλων καὶ εὐαγγελιστῶν ἀναδεξάμεναι δρόμους. Πῶς οὖν φησι, Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω; Τῆς ἐν τῷ μέσῳ προεδρίας αὐτὴν κωλύων καὶ τοῦ θρόνου τοῦ ἐν τῷ βήματι, οὐ τοῦ λόγου τῆς διδασκαλίας· ἐπεὶ εἰ τοῦτο ἦν, πῶς ἔλεγε τῇ τὸν ἄπιστον ἄνδρα ἐχούσῃ· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; πῶς ἐπέτρεπε παῖδας νουθετεῖν λέγων· Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης; Πῶς ἡ Πρίσκιλλα τὸν Ἀπολλὼ ἐκατήχει; Οὐ τοίνυν τὴν ἰδίᾳ διάλεξιν γινομένην ἐπ' ὠφελείᾳ διακόπτων τοῦτο ἔλεγεν, ἀλλὰ τὴν ἐν τῷ μέσῳ καὶ ἐν τῷ