226
κοινῷ θεάτρῳ διδασκάλοις πρέπουσαν. Καὶ ὅταν πάλιν πιστὸς ὁ ἀνὴρ ᾖ καὶ σφόδρα ἀπηρτισμένος καὶ διδάσκειν αὐτὴν δυνάμενος, ὡς ἂν αὐτὴ σοφωτέρα ᾖ, οὐ κωλύει διδάσκειν καὶ διορθοῦν. Καὶ οὐκ εἶπεν, Ἥτις πολλὰ ἐδίδαξεν, ἀλλ', Ἥτις πολλὰ ἐκοπίασε, δεικνὺς ὅτι μετὰ τοῦ λόγου καὶ ἕτερα ἄλλα διηκονεῖτο, τὰ ἀπὸ τῶν κινδύνων, τὰ ἀπὸ τῶν χρημάτων, τὰ ἀπὸ τῶν ἀποδημιῶν. βʹ. Λεόντων γὰρ θερμότεραι αἱ τότε γυναῖκες ἦσαν, διανεμόμεναι πρὸς τοὺς ἀποστόλους τοὺς ὑπὲρ τοῦ κηρύγματος πόνους· διὰ τοῦτο καὶ συναπεδήμουν αὐτοῖς, καὶ τὰ ἄλλα πάντα διηκονοῦντο. Καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ ἠκολούθουν γυναῖκες ἐκ τῶν ὑπαρχόντων αὐταῖς διακονούμεναι, καὶ θεραπεύουσαι τὸν διδάσκαλον. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺςσυγγενεῖς μου. ∆οκεῖ μὲν καὶ τοῦτο ἐγκώμιον εἶναι· τὸ δὲ ἐφεξῆς πολλῷ μεῖζον. Ποῖον δὲ τοῦτο; Καὶ συναιχμαλώτους μου. Τοῦτο γὰρ ὁ μέγιστος στέφανος, ἡ μεγάλη ἀνακήρυξις. Καὶ ποῦ γέγονεν αἰχμάλωτος Παῦλος, ἵνα εἴπῃ, Τοὺς συναιχμαλώτους μου; Αἰχμάλωτος μὲν οὐκ ἐγένετο, αἰχμαλώτων δὲ πολλῷ χαλεπώτερα ἔπασχεν, οὐ πατρίδος ἀλλοτριούμενος μόνον καὶ οἰκίας, ἀλλὰ καὶ λιμῷ παλαίων καὶ θανάτῳ διηνεκεῖ καὶ μυρίοις ἑτέροις. Τοῦ μὲν γὰρ αἰχμαλώτου τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι τῶν οἰκείων ἀλλοτριούμενος, δοῦλος γίνεται πολλάκις ἀντ' ἐλευθέρου· ἐνταῦθα δὲ νιφάδας ἔστιν εἰπεῖν πειρασμῶν, οὓς ὑπέμενεν ὁ μακάριος οὗτος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος καὶ δεσμούμενος, λιθαζόμενος, καταποντιζόμενος, μυρίους ἔχων ἐπιβούλους. Καὶ οἱ μὲν αἰχμάλωτοι οὐδένα λοιπὸν ἔχουσι πολέμιον μετὰ τὴν ἀπαγωγὴν, ἀλλὰ καὶ πολλῆς ἀπολαύουσι προνοίας παρὰ τῶν εἰληφότων αὐτούς· οὗτος δὲ ἐν μέσοις περιεστρέφετο τοῖς πολεμίοις διηνεκῶς, καὶ πανταχοῦ δόρατα ἔβλεπε, καὶ ξίφη ἠκονημένα, καὶ παρατάξεις καὶ μάχας. Ἐπεὶ οὖν καὶ τούτους εἰκὸς ἦν πολλῶν αὐτῷ κεκοινωνηκέναι κινδύνων, συναιχμαλώτους αὐτοὺς καλεῖ, ὥσπερ καὶ ἀλλαχοῦ φησιν· Ἀρίσταρχος ὁ συναιχμάλωτός μου. Εἶτα καὶ ἕτερος ἔπαινος· Οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις. Καίτοι καὶ τὸ ἀποστόλους εἶναι μέγα, τὸ δὲ καὶ ἐν τούτοις ἐπισήμους εἶναι, ἐννόησον ἡλίκον 60.670 ἐγκώμιον· ἐπίσημοι δὲ ἦσαν ἀπὸ τῶν ἔργων, ἀπὸ τῶν κατορθωμάτων. Βαβαὶ, πόση τῆς γυναικὸς ταύτης ἡ φιλοσοφία, ὡς καὶ τῆς τῶν ἀποστόλων ἀξιωθῆναι προσηγορίας. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ' ἕτερον πάλιν ἐγκώμιον προστίθησι, λέγων· Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Καὶ γὰρ καὶ τοῦτο ἔπαινος μέγιστος, τὸ προπηδῆσαι καὶ πρὸ τῶν ἄλλων ἐλθεῖν. Σκόπει δέ μοι τὴν ἁγίαν ψυχὴν πῶς κενοδοξίας ἦν καθαρά. Μετὰ γὰρ τὴν τοσαύτην καὶ τηλικαύτην δόξαν ἑτέρους ἑαυτοῦ προτίθησι, καὶ οὐκ ἀποκρύπτεται τὸ ὕστερος αὐτῶν ἐλθεῖν, οὐδὲ αἰσχύνεται τοῦτο ὁμολογῶν. Καὶ τί θαυμάζεις, εἰ τοῦτο οὐκ αἰσχύνεται, ὅπου γε καὶ τὸν πρότερον αὐτοῦ βίον ἐκπομπεύειν οὐ παραιτεῖται, βλάσφημον ἑαυτὸν καὶ διώκτην καλῶν; Ἐπεὶ οὖν οὐκ εἶχε τῶν ἄλλων ἐντεῦθεν αὐτοὺς προτιθέναι, ἐζήτησε τὸν μετὰ τοὺς ἄλλους ἐλθόντα ἑαυτὸν, καὶ εὗρε καὶ ἐντεῦθεν αὐτοῖς συνθεῖναι ἔπαινον, εἰπὼν, Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου. Πάλιν τοῦτον ἀπὸ τῆς ἀγάπης ἐγκωμιάζει· ἡ γὰρ ἀγάπη Παύλου διὰ τὸν Θεὸν, ἦν, μυρία ἔχουσα ἀγαθά. Εἰ γὰρ τὸ παρὰ βασιλέως ἀγαπᾶσθαι, μέγα, τὸ παρὰ Παύλου φιλεῖσθαι, ἡλίκον ἐγκώμιον; Οὐδὲ γὰρ ἂν, εἰ μὴ πολλὴν ἀρετὴν ἐκέκτητο, εἰς ἔρωτα αὐτὸν ἐπεσπάσατο. Οἶδε γὰρ τοὺς ἐν κακίᾳ ζῶντας καὶ παρανομίαις οὐ μόνον οὐ φιλεῖν, ἀλλὰ καὶ ἀναθεματίζειν· ὡς ὅταν λέγῃ, Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἔστω ἀνάθεμα· καὶ, Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Καὶ Οὐρβανὸν τὸν συνεργόν μου ἐν Χριστῷ. Τοῦτο ἐκείνου μεῖζον τὸ ἐγκώμιον· καὶ γὰρ καὶ ἐκεῖνο περιέχει τοῦτο. Καὶ Στάχυν τὸν ἀγαπητόν μου. Πάλιν ἀπὸ τῶν αὐτῶν στεφανοῖ καὶ τοῦτον. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. Οὐδὲν τούτου τοῦ ἐπαίνου ἴσον, τὸ ἄληπτον εἶναι καὶ μηδεμίαν παρέχειν λαβὴν ἐν τοῖς κατὰ Θεὸν πράγμασιν. Ὅταν γὰρ εἴπῃ, Τὸν