1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

228

τοσούτους προσεῖπεν, ὅπερ ἐν ἑτέρᾳ οὐκ ἐποίησεν ἐπιστολῇ· τοῦτο ἂν εἴποιμεν, ὅτι διὰ τὸ μηδέποτε ἑωρακέναι Ῥωμαίους τοῦτο ποιεῖ. Καίτοι γε, φησὶν, οὐδὲ Κολοσσαέας εἶδε, καὶ οὐδὲν τοιοῦτον ἐποίησεν. Ἀλλ' οὗτοι δοκιμώτεροι τῶν ἄλλων ἦσαν, καὶ ἐξ ἑτέρων πόλεων ἐκεῖ μεταστάντες, ὡς εἰς ἀσφαλεστέραν τινὰ καὶ βασιλικωτέραν πόλιν. Ἐπεὶ οὖν ἐν ξένῃ διῆγον, καὶ πολλῆς ἀσφαλείας ἔδει ἀπολαύειν 60.672 αὐτοὺς, καὶ τῶν αὐτῷ γνωρίμων ἦσάν τινες ἐξ αὐτῶν, οἱ δὲ καὶ διακονησάμενοι πολλὰ καὶ μεγάλα ὑπὲρ αὐτοῦ παρόντες· εἰκότως αὐτοὺς συνίστησι διὰ τῶν γραμμάτων. Καὶ γὰρ οὐ μικρὰ ἦν ἡ δόξα Παύλου τότε, ἀλλὰ τοσαύτη, ὡς καὶ ἀπὸ γραμμάτων μόνων πολλὴν ἔχειν προστασίαν τοὺς τῶν ἐπιστολῶν ἀπολαύοντας· οὐδὲ γὰρ ᾐδοῦντο μόνον αὐτὸν, ἀλλὰ καὶ ἐδεδοίκεσαν. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν εἶπεν, Ἥτις προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ· καὶ πάλιν, Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγώ. Καὶ Φιλήμονι γράφων ἔλεγεν, Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ· καὶ Γαλάταις, Ἴδε ἐγὼ Παῦλοςλέγω ὑμῖν· καὶ, Ὡς Χριστὸν Ἰησοῦν ἐδέξασθέ με. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγεν· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· καὶ πάλιν, Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν. ∆ι' ὧν ἁπάντων δῆλον, ὅτι μεγάλην περὶ αὐτοῦ εἶχον δόξαν ἅπαντες. Βουλόμενος τοίνυν αὐτοὺς εἶναι ἐν ἀδείᾳ καὶ τιμῇ, προσεῖπεν ἕκαστον, κατὰ τὸ ἐγχωροῦν καλλωπίζων αὐτούς. Τὸν μὲν γὰρ ἀγαπητὸν ἐκάλεσε, τὸν δὲ συγγενῆ, τὸν δὲ ἀμφότερα, τὸν δὲ συναιχμάλωτον, τὸν δὲ συνεργὸν, τὸν δὲ δόκιμον, τὸν δὲ ἐκλεκτόν· καὶ τὴν μὲν ἀπὸ τοῦ ἀξιώματος· οὐδὲ γὰρ ἁπλῶς Τὴν διακονουμένην φησὶν, ἐπεὶ εἰ τοῦτο ἦν, καὶ τὰς περὶ Τρύφαιναν καὶ Περσίδα οὕτως ἂν ὠνόμασεν, ἀλλὰ τὴν μὲν, χειροτονίαν ἔχουσαν διακόνου, τὴν δὲ συνεργὸν καὶ λειτουργὸν, τὴν δὲ μητέρα, τὴν δὲ ἀπὸ τῶν κόπων ὧν ἐκοπίασε· καὶ τοὺς μὲν ἀπὸ τῆς οἰκίας, τοὺς δὲ ἀπὸ τοῦ τῶν ἀδελφῶν ὀνόματος, τοὺς δὲ ἀπὸ τῆς τῶν ἁγίων προσηγορίας· καὶ τοὺς μὲν αὐτῷ τῷ προσαγορεῦσαι τιμᾷ, τοὺς δὲ καὶ τῷ ὀνομαστὶ προσαγορεῦσαι· καὶ τοὺς μὲν τῷ προσειπεῖν ἀπαρχὴν, τοὺς δὲ τοῖς τῶν χρόνων πρεσβείοις· πλέον δὲ ἁπάντων τοὺς περὶ Πρίσκιλλαν καὶ Ἀκύλαν. Εἰ γὰρ καὶ πάντες ἦσαν πιστοὶ, ἀλλ' οὐ πάντες ὅμοιοι, ἀλλὰ διεστήκασι τοῖς ἄθλοις. ∆ιὸ δὴ καὶ εἰς μείζονα ζῆλον ἅπαντας ἄγων, οὐδενὸς ἔκρυψε τὰ ἐγκώμια. Ὅταν γὰρ οἱ πλείονα ποιοῦντες, οὐ πλείονα τὸν μισθὸν λαμβάνωσι, πολλοὶ γίνονται ῥᾳθυμότεροι. δʹ. ∆ιὰ τοῦτο οὐδὲ ἐν τῇ βασιλείᾳ ἴση ἡ τιμὴ, οὐδὲ ἐν τοῖς μαθηταῖς πάντες ἴσοι, ἀλλ' οἱ τρεῖς τῶν ἄλλων προεῖχον, καὶ ἐν τούτοις αὐτοῖς τοῖς τρισὶ πολλὴ πάλιν διαφορά· πολλὴ γὰρ ἀκρίβεια παρὰ τῷ Θεῷ καὶ μέχρι τῶν ἐσχάτων. Καὶ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, φησί. Καίτοι γε πάντες ἦσαν ἀπόστολοι, καὶ πάντες ἐπὶ δώδεκα θρόνους μέλλουσι καθῆσθαι, καὶ πάντες ἀφῆκαν τὰ ἑαυτῶν, καὶ πάντες αὐτῷ συνῆσαν· ἀλλ' ὅμως τοὺς τρεῖς ἐλάμβανε. Καὶ πάλιν καὶ τούτων αὐτῶν ἔφησέ τινας ἐγχωρεῖν καὶ ὑπερέξειν· Τὸ γὰρ καθίσαι, φησὶν, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται. Καὶ τὸν Πέτρον δὲ αὐτῶν προτίθησι λέγων, Φιλεῖς με πλέον τούτων; καὶ ὁ Ἰωάννης δὲ ὑπὲρ τοὺς ἄλλους ἠγαπᾶτο. Καὶ γὰρ πάντων ἐξέτασις ἔστα ἀκριβής· κἂν μικρὸν ὑπερέχῃς τοῦ πλησίον, κἂν ἀκαριαῖον, κἂν ὁτιοῦν, οὐδὲ τοῦτο παρόψεται ὁ Θεός. Καὶ τοῦτο καὶ ἄνωθεν ἴδοι τις ἂν διαλάμπον. Καὶ γὰρ ὁ Λὼτ δίκαιος ἦν, ἀλλ' οὐχ οὕτως ὡς ὁ Ἀβραάμ· καὶ ὁ Ἰεζεκίας πάλιν, ἀλλ' οὐχ οὕτως ὡς ὁ ∆αυΐδ· καὶ οἱ προφῆται πάντες, ἀλλ' οὐχ οὕτως ὡς ὁ Ἰωάννης. Ποῦ τοίνυν εἰσὶν οἱ μετὰ τὴν τοσαύτην ἀκρίβειαν οὐ βουλόμενοι εἶναι γέενναν; Εἰ γὰρ οἱ δίκαιοι πάντες οὐ τῶν αὐτῶν ἀπολαύσονται, κἂν μικρὸν ὦσι 60.673 τῶν ἑτέρων ὑπερέχοντες (Ἀστὴρ γὰρ ἀστέρος διαφέρει, φησὶν, ἐν δόξῃ)· πῶς οἱ ἁμαρτωλοὶ ἐν τοῖς αὐτοῖς ἔσονται τοῖς δικαίοις; Ταύτην γὰρ οὐδ' ἂν ἄνθρωπος ἐργάσαιτο τὴν σύγχυσιν, μήτι γε ὁ Θεός. Εἰ δὲ βούλεσθε, καὶ ἐπὶ τῶν ἡμαρτηκότων, καὶ ἐπὶ τῶν ἤδη γεγενημένων