1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

229

ταύτην ὑμῖν δείξω τὴν διαφορὰν καὶ τὴν ἀκριβῆ δικαιοκρισίαν. Σκόπει δέ· ἥμαρτεν ὁ Ἀδὰμ, ἥμαρτε καὶ ἡ Εὔα· καὶ ἀμφότεροι μὲν παρέβησαν, οὐκ ἐξ ἴσης δὲ ἥμαρτον· οὐκοῦν οὐδὲ ἐξ ἴσης ἐκολάσθησαν. Τοσοῦτον γὰρ τὸ μέσον ἦν, ὡς Παῦλον εἰπεῖν, ὅτι Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Καίτοι ἡ ἀπάτη μία ἦν· ἀλλ' ὅμως ἡ τοῦ Θεοῦ μετὰ ἀκριβείας ἐξέτασις τοσοῦτον ἔδειξε τὸ μέσον, ὡς Παῦλον εἰπεῖν τοῦτο. Πάλιν ὁ μὲν Κάϊν ἐκολάζετο· ὁ δὲ Λάμεχ μετ' ἐκεῖνον φονεύσας, οὐδὲν τοιοῦτον ἔπαθε· καίτοι καὶ τοῦτο φόνος, κἀκεῖνο φόνος, καὶ πολλῷ χαλεπώτερος, ὅτι μηδὲ τῷ παραδείγματι γέγονε βελτίων οὗτος· ἀλλ' ὅμως ἐπειδὴ ὁ μὲν οὔτε ἀδελφὸν ἔσφαξε μετὰ παραίνεσιν, οὔτε ἐδεήθη τοῦ κατηγορήσοντος, οὔτε Θεοῦ ἐρωτῶντος ἠναισχύντησεν, ἀλλὰ καὶ μηδενὸς ἐλέγχοντος καὶ κατεῖπεν ἑαυτοῦ καὶ κατεδίκασε, συγγνώμης ἔτυχεν· ὁ δὲ, ἐπειδὴ τἀναντία ἐποίησεν, ἐτιμωρεῖτο. Ἴδε μεθ' ὅσης ἀκριβείας ἐξετάζει τὰ γινόμενα ὁ Θεός. ∆ιὰ τοῦτο καὶ τοὺς ἐν τῷ κατακλυσμῷ ἑτέρως, καὶ τοὺς ἐν Σοδόμοις ἄλλως ἐτιμωρήσατο· καὶ τοὺς Ἰσραηλίτας δὲ πάλιν διαφόρως, καὶ τοὺς ἐν Βαβυλῶνι, καὶ τοὺς ἐπ' Ἀντιόχου· δεικνὺς, ὅτι πολὺν ἔχει τῶν ἡμετέρων λόγον. Καὶ οἱ μὲν ἑβδομήκοντα ἐδούλευσαν ἔτη, οἱ δὲ τετρακόσια· οἱ δὲ τέκνα ἔφαγον, καὶ μυρίας ἑτέρας χαλεπωτέρας ὑπέμειναν συμφορὰς, καὶ οὐδὲ ταύτῃ ἀπηλλάγησαν οὔτε οὗτοι οὔτε οἱ ζῶντες καέντες ἐν Σοδόμοις. Ἀνεκτότερον γὰρ, φησὶν, ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων, ἢ τῇ πόλει ἐκείνῃ. Εἰ μὲν γὰρ μηδὲν αὐτῷ μήτε ἁμαρτανόντων ἡμῶν μέλει, μήτε κατορθούντων, ἴσως ἕξει τινὰ λόγον τὸ λέγειν μὴ εἶναι κόλασιν· εἰ δὲ τοσαύτην ποιεῖται σπουδὴν, ὥστε μὴ ἁμαρτάνειν ἡμᾶς, καὶ τοσαῦτα πραγματεύεται, ὥστε κατορθοῦν, εὔδηλον ὅτι καὶ ἁμαρτάνοντας κολάζει, καὶ κατορθοῦντας στεφανοῖ. Σὺ δέ μοι σκόπει τῶν πολλῶν τὴν ἀνωμαλίαν. Ἐνταῦθα μὲν γὰρ ἐγκαλοῦσι τῷ Θεῷ, ὅτι μακροθυμεῖ πολλάκις, καὶ περιορᾷ πολλοὺς μιαροὺς, ἀσελγεῖς, βιαίους, μὴ διδόντας δίκην· ἐκεῖ πάλιν ἂν ἀπειλήσῃ κολάζειν αὐτοὺς, σφοδροὶ καὶ βαρεῖς εἰσιν αἰτιώμενοι· καίτοι γε εἰ τοῦτο λυπεῖ, ἐκεῖνο ἀποδέχεσθαι ἔδει καὶ θαυμάζειν. Ἀλλ' ὢ τῆς ἀνοίας, ὢ τῆς ἀλόγου καὶ ὀνώδους γνώμης· ὢ φιλαμαρτήμονος καὶ φιληδόνου καὶ πρὸς κακίαν βλεπούσης ψυχῆς· καὶ γὰρ ἀπὸ τῆς φιληδονίας τὰ δόγματα ἅπαντα ταῦτα τίκτεται· ὡς εἰ βουληθεῖεν οἱ ταῦτα λέγοντες ἀρετῆς ἐπιλαβέσθαι, ταχέως καὶ περὶ τῆς γεέννης πιστωθήσονται, καὶ οὐκ ἀμφιβαλοῦσι. Καὶ ποῦ, φησὶ, καὶ ἐν ποίῳ χωρίῳ αὕτη ἔσται ἡ γέεννα; Τί γάρ σοι τούτου μέλει; τὸ γὰρ ζητούμενον, δεῖξαι ὅτι ἔστιν, οὐχ ὅπου τεταμίευται καὶ ἐν ποίῳ χωρίῳ. Τινὲς μὲν γὰρ μυθολογοῦντές φασιν, ὅτι ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ, ὃ περὶ πολέμου τινὸς εἴρηται παρελθόντος, καὶ νῦν τοῦτο εἰς τὴν γέενναν ἕλκοντες· ἡ δὲ Γραφὴ οὐ τοῦτό φησιν. Ἀλλ' ἐν ποίῳ τόπῳ, φησὶν, ἔσται; Ἔξω που, ὡς ἔγωγε οἶμαι, τοῦ κόσμου τούτου παντός. Καθάπερ γὰρ τῶν βασιλείων 60.674 τὰ δεσμωτήρια καὶ τὰ μέταλλα πόῤῥω διέστηκεν, οὕτω δὴ καὶ τῆς οἰκουμένης ταύτης ἔξω που ἔσται ἡ γέεννα. δʹ. Μὴ τοίνυν ζητῶμεν ποῦ ἐστιν, ἀλλὰ πῶς ἂν αὐτὴν φύγοιμεν· μηδὲ ἐπειδὴ πάντας ἐνταῦθα οὐ κολάζει Θεὸς, διὰ τοῦτο ἀπίστει τοῖς μέλλουσι· φιλάνθρωπος γάρ ἐστι, καὶ μακροθυμεῖ. ∆ιὰ τοῦτο ἀπειλεῖ, καὶ οὐκ εὐθέως ἐμβάλλει· Οὐ γὰρ θέλω, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ. Εἰ δὲ μή ἐστι θάνατος ἁμαρτωλοῦ, περιττὸν τὸ εἰρημένον. Καὶ οἶδα μὲν, ὅτι οὐδὲν ἀηδέστερον τούτων ὑμῖν τῶν λόγων· ἀλλ' ἐμοὶ τούτων οὐδὲν ἥδιον. Καὶ εἴθε ἦν καὶ ἀριστοποιουμένους καὶ δειπνοῦντας καὶ λουομένους καὶ πανταχοῦ περὶ γεέννης διαλέγεσθαι· οὐδὲ γὰρ ἂν ἠλγήσαμεν τοῖς ἐνταῦθα δεινοῖς, οὐκ ἂν ἥσθημεν τοῖς χρηστοῖς. Τί γάρ μοι καὶ εἰπεῖν ἔχεις δεινόν; πενίαν, νόσον, αἰχμαλωσίαν, πήρωσιν σώματος; Ἀλλὰ ταῦτα πάντα γέλως πρὸς τὴν ἐκεῖ κόλασιν· κἂν τοὺς δι' ὅλου βασανιζομένους λιμῷ λέγῃς, κἂν τοὺς ἐκ πρώτης ἡλικίας πεπηρωμένους καὶ προσαιτοῦντας, τρυφὴ καὶ ταῦτα πρὸς ἐκεῖνα τὰ κακά. Συνεχῶς τοίνυν στρέφωμεν τοὺς περὶ τούτων λόγους· οὐ γὰρ ἀφίησιν ἐμπεσεῖν εἰς γέενναν τὸ μεμνῆσθαι