231
χοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδα χὴν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας· καὶ ἐκκλί νατε ἀπ' αὐτῶν. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. αʹ. Πάλιν παραίνεσις, καὶ εὐχὴ μετὰ τὴν παραίνεσιν. Εἰπὼν γὰρ σκοπεῖν τοὺς τὰς διχοστασίας ποιοῦντας, καὶ μὴ ὑπακούειν αὐτοῖς, ἐπήγαγεν· Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν· καὶ, Ἡ χάρις τοῦ Κυρίου μεθ' ὑμῶν. Σκόπει δὲ πῶς καὶ προσηνῶς παραινεῖ, οὐκ ἐν τάξει συμβούλου, ἀλλ' ἐν τάξει ἱκέτου τοῦτο ποιῶν, καὶ μετὰ πολλῆς τῆς τιμῆς· καὶ γὰρ καὶ ἀδελφοὺς ἐκάλεσε, καὶ ἱκετεύει. Παρακαλῶ γὰρ ὑμᾶς, φησὶν, ἀδελφοί. Εἶτα καὶ ἐναγωνίους ποιεῖ, δεικνὺς τὸ δολερὸν τῶν ἐπηρεαζόντων. Ὡς γὰρ οὐκ αὐτόθεν δήλων ὄντων φησί· Παρακαλῶ δὲ ὑμᾶς σκοπεῖν· τουτέστι, περιεργάζεσθαι μετὰ ἀκριβείας, καὶ καταμανθάνειν καὶ διερευνᾶσθαι. Τίνας, εἰπέ μοι; Τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας. Αὕτη γὰρ μάλιστα Ἐκκλησίας ἀνατροπὴ, τὸ διῃρῆσθαι· τοῦτο ὅπλον τοῦ διαβόλου, τοῦτο πάντα ἄνω καὶ κάτω ποιεῖ. Ἕως γὰρ ἂν ᾖ τὸ σῶμα ἡνωμένον, οὐκ ἰσχύει εἴσοδον ἔχειν, ἀλλ' ἀπὸ τῆς διχοστασίας τὸ σκάνδαλον. Ἡ δὲ διχοστασία πόθεν; Ἀπὸ τῶν δογμάτων τῶν παρὰ τὴν διδαχὴν τῶν ἀποστόλων. Τὰ δὲ δόγματα τὰ τοιαῦτα πόθεν; Ἀπὸ τοῦ γαστρὶ δουλεύειν καὶ τοῖς ἄλλοις πάθεσιν. Οἱ γὰρ τοιοῦτοι, φησὶ, τῷ Κυρίῳ οὐ δουλεύουσιν, ἀλλὰ τῇ αὑτῶν κοιλίᾳ. Ὥστε οὐκ ἂν γένοιτο σκάνδαλα, οὐκ ἂν γένοιτο διχοστασία, εἰ μή τι παρὰ τὴν ἀποστολικὴν διδαχὴν ἐπινοηθείη δόγμα· ὃ καὶ ἐνταῦθα δηλῶν ἔλεγε, Παρὰ τὴν διδαχήν. Καὶ οὐκ εἶπεν, Ἣν ἐδιδάξαμεν, ἀλλ', Ἣν ὑμεῖς ἐμάθετε, προκαταλαμβάνων αὐτοὺς, καὶ δεικνὺς πεπεισμένους δὴ καὶ ἀκούσαντας καὶ καταδεξαμένους. Καὶ τί ποιήσομεν τοῖς τὰ τοιαῦτα κακουργοῦσιν; Οὐκ εἶπεν, Ὁμόσε χωρεῖτε καὶ πυκτεύετε, ἀλλ', Ἐκκλίνατε ἀπ' αὐτῶν. Εἰ μὲν γὰρ ἐξ ἀγνοίας ἢ πλάνης τοῦτο ἐποίουν, ἔδει διορθοῦν· ἐπειδὴ δὲ εἰδότες ἁμαρτά 60.676 νουσιν, ἀποπηδᾶτε. Καὶ ἀλλαχοῦ δὲ τοῦτο λέγει· Συστέλλεσθε γὰρ, φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος. Καὶ Τιμοθέῳ περὶ τοῦ χαλκέως διαλεγόμενος, τοιαῦτα παρῄνει λέγων· Ὃν καὶ σὺ φυλάσσου. Εἶτα καὶ κωμῳδῶν τοὺς τὰ τοιαῦτα τολμῶντας, λέγει καὶ τὴν αἰτίαν, ἀφ' ἧς ταύτην ἐπενόησαν τὴν διχοστασίαν· Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Χριστῷ, φησὶν, οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ. Τοῦτο καὶ Φιλιππησίοις ἐπιστέλλων ἔλεγεν· Ὧν θεὸς ἡ κοιλία. Ἐνταῦθα δέ μοι τοὺς ἐξ Ἰουδαίων αἰνίττεσθαι δοκεῖ, οὓς μάλιστα ἀεὶ διαβάλλειν εἴωθεν ὡς γαστριμάργους. Καὶ γὰρ Τίτῳ ἐπιστέλλων ἔλεγε περὶ αὐτῶν· Κακὰ θηρία, γαστέρες ἀργαί. Καὶ ὁ Χριστὸς δὲ αὐτοὺς ἐπὶ τοῦτο διαβάλλων, Κατεσθίετε, φησὶ, τὰς οἰκίας τῶν χηρῶν. Καὶ οἱ προφῆται τοιαῦτα αὐτῶν κατηγοροῦσιν· Ἐλιπάνθη γὰρ, φησὶ, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. ∆ιὸ καὶ Μωϋσῆς παρῄνει λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Καὶ ἐν τοῖς Εὐαγγελίοις δὲ τῷ Χριστῷ λέγοντες, Τί σημεῖον δεικνύεις ἡμῖν; καὶ τὰ ἄλλα πάντα παραδραμόντες, τοῦ μάννα μέμνηνται· οὕτω πανταχοῦ τῷ πάθει τούτῳ κρατούμενοι φαίνονται. Πῶς οὖν οὐκ αἰσχύνῃ δούλους κοιλίας διδασκάλους ἔχων ὁ τοῦ Χριστοῦ ἀδελφός; Καὶ ἡ μὲν ὑπόθεσις τῆς πλάνης αὕτη, ὁ δὲ τρόπος τῆς ἐπιβουλῆς ἕτερον πάλιν νόσημα, ἡ κολακεία· ∆ιὰ γὰρ τῆς χρηστολογίας, φησὶν, ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Καὶ καλῶς εἶπε, Χρηστολογίας· μέχρι γὰρ τῶν ῥημάτων ἡ θεραπεία· ἡ δὲ διάνοια οὐ τοιαύτη, ἀλλὰ δόλου γέμουσα. Καὶ οὐκ εἶπεν, Ὑμᾶς ἐξαπατῶσιν, ἀλλὰ, Τὰς καρδίας τῶν ἀκάκων. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ὥστε ποιῆσαι μὴ ἐπαχθέστερον τὸ εἰρημένον, φησίν· Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Τοῦτο δὲ ποιεῖ, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι, ἀλλὰ τοῖς ἐγκωμίοις προκαταλαμβάνων, καὶ τῷ πλήθει τῶν μαρτύρων προκατέχων αὐτούς. Οὐδὲ γὰρ ἐγὼ μαρτυρῶ μόνος, ἀλλ' ἡ οἰκουμένη πᾶσα. Καὶ οὐκ εἶπεν, Ἡ γὰρ ὑμῶν