1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

232

σύνεσις, ἀλλ' Ἡ ὑμῶν ὑπακοή· τουτέστιν ἡ πειθώ· ὅπερ πολλὴν αὐτοῖς ἦν μαρτυροῦντος πραότητα. Χαίρω οὖν τὸ ἐφ' ὑμῖν. Οὐ μικρὸν καὶ 60.677 τοῦτο ἐγκώμιον. Εἶτα μετὰ τὸν ἔπαινον νουθεσία. Ἵνα γὰρ μὴ τῶν ἐγκλημάτων ἀπαλλάξας αὐτοὺς, ὡς λανθάνοντας ῥᾳθυμοτέρους ἐργάσηται, αἰνίττεται πάλιν αὐτοῖς λέγων· Θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν. Ὁρᾷς πῶς πάλιν αὐτῶν καθάπτεται, καὶ ἀνυπόπτως; τοῦτο γὰρ αἰνιττομένου ἐστὶν, ὅτι τινὲς ἐξ αὐτῶν καὶ παρήγοντο. Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἐπειδὴ γὰρ εἶπε τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα ποιοῦντας, εἶπεν εἰρήνης Θεὸν, ἵνα θαρσήσωσι περὶ τῆς τούτων ἀπαλλαγῆς. Ὁ γὰρ ταύτῃ χαίρων, τὰ λυμαινόμενα αὐτῇ καταλύσει. Καὶ οὐκ εἶπεν, Ὑποτάξει, ἀλλ', ὃ μεῖζόν ἐστι, Συντρίψει· καὶ οὐκ ἐκείνους μόνον, ἀλλὰ καὶ τὸν στρατηγοῦντα αὐτοῖς τὰ τοιαῦτα Σατανᾶν. Καὶ οὐχ ἁπλῶς συντρίψει, ἀλλ' Ὑπὸ τοὺς πόδας ὑμῶν· ὥστε αὐτοὺς τὴν νίκην ἄρασθαι, καὶ τῷ τροπαίῳ γενέσθαι λαμπρούς. Καὶ ἀπὸ τοῦ χρόνου δὲ ἡ παραμυθία πάλιν· ἐπήγαγε γὰρ, Ἐν τάχει. Τοῦτο δὲ ὁμοῦ καὶ εὐχὴ καὶ προφητεία ἦν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Τὸ μέγιστον ὅπλον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, ὁ πύργος ὁ ἄσειστος· ἀνέμνησε γὰρ αὐτοὺς τῆς χάριτος, ἵνα προθυμοτέρους ἐργάσηται. Εἰ γὰρ τῶν πολὺ χαλεπωτέρων ἀπηλλάγητε, καὶ ἀπηλλάγητε χάριτι μόνον· πολλῷ μᾶλλον τῶν ἐλαττόνων ἀπαλλαγήσεσθε, ὅτι καὶ φίλοι γεγόνατε, καὶ τὰ παρ' ἑαυτῶν συνεισάγετε. βʹ. Ὅρα πῶς οὔτε εὐχὴν χωρὶς ἔργων, οὔτε ἔργα χωρὶς εὐχῆς τίθησι. Μαρτυρήσας γὰρ αὐτοῖς τὴν ὑπακοὴν, τότε ἐπηύξατο, δεικνὺς ὅτι ἀμφοτέρων δεόμεθα, καὶ τῶν παρ' ἡμῶν, καὶ τῶν παρὰ τοῦ Θεοῦ, εἰ μέλλοιμεν μετὰ ἀκριβείας σώζεσθαι. Καὶ γὰρ οὐκ ἔμπροσθεν μόνον, ἀλλὰ καὶ νῦν, κἂν μεγάλοι ὦμεν καὶ εὐδόκιμοι, τῆς παρ' αὐτοῦ δεόμεθα χάριτος· Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου. Εἶδες πάλιν τὰ συνήθη ἐγκώμια; Καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. Τούτου τοῦ Ἰάσονος καὶ Λουκᾶς μέμνηται, καὶ τὴν ἀνδρείαν αὐτοῦ παρίστησιν ἡμῖν λέγων, ὅτι ἦγον αὐτὸν ἐπὶ τοὺς πολιτάρχας βοῶντες. Καὶ τοὺς ἄλλους δὲ εἰκὸς εἶναι τῶν ἐπισήμων· οὐ γὰρ ἁπλῶς συγγενῶν μέμνηται, εἰ μὴ κατὰ τὴν εὐσέβειαν εἶεν ἐοικότες αὐτῷ. Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολήν. Οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον ὑπογραφέα εἶναι Παύλου· πλὴν οὐχ ἵνα ἑαυτὸν ἐγκωμιάσῃ, τοῦτο λέγει, ἀλλ' ἵνα θερμὴν ἐπισπάσηται παρ' αὐτῶν τὴν ἀγάπην ἀπὸ τῆς διακονίας. Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς Ἐκκλησίας ὅλης. Εἶδες οἷον αὐτῷ στέφανον ἔπλεξε, τοσαύτην φιλοξενίαν μαρτυρήσας, καὶ ὁλόκληρον τὴν Ἐκκλησίαν εἰς τὴν οἰκίαν συναγαγὼν τὴν ἐκείνου; τὸν γὰρ ξένον ἐνταῦθα τὸν ξενοδόχον φησίν. Ὅταν δὲ ἀκούσῃς, ὅτι Παύλου ξενοδόχος ἦν, μὴ τῆς φιλοτιμίας αὐτὸν θαύμαζε μόνον, ἀλλὰ καὶ τῆς κατὰ τὸν βίον ἀκριβείας· εἰ μὴ γὰρ ἦν ἄξιος τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδ' ἂν ἐκεῖνος ἐκεῖ κατήχθη. Ὁ γὰρ πολλὰ τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ σπουδάζων ὑπερβαίνειν, οὐκ ἂν τοῦτον παρέβη τὸν νόμον τὸν κελεύοντα περιεργάζεσθαι τοὺς ὑποδεχομένους, καὶ παρὰ ἀξίοις κατάγεσθαι. Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός. Οὐχ ἁπλῶς προσέθηκεν, Οἰκονόμος τῆς πόλεως· ἀλλ' ὥσπερ 60.678 Φιλιππησίοις ἔγραφεν, Ἀσπάζονται ὑμᾶς οἱ ἐκ τῆς Καίσαρος οἰκίας, ἵνα δείξῃ, ὅτι καὶ τῶν μεγάλων τὸ κήρυγμα ἥψατο· οὕτω καὶ ἐνταῦθα τοῦ ἀξιώματος μέμνηται, τὸ αὐτὸ τοῦτο κατασκευάζων, καὶ δεικνὺς ὅτι τῷ προσέχοντι οὔτε πλοῦτος κώλυμα γίνεται, οὔτε ἀρχῆς φροντίδες, οὔτε ἄλλο τῶν τοιούτων οὐδέν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Ἀμήν. Εἶδες πόθεν ἄρχεσθαι δεῖ, καὶ ποῦ τελευτᾷν πάντα; Καὶ γὰρ καὶ τὸν θεμέλιον ἐντεῦθεν κατέβαλε τῆς ἐπιστολῆς, καὶ τὸν ὄροφον ἐντεῦθεν ἐπέθηκεν, ὁμοῦ καὶ ἐπευχόμενος τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων αὐτοῖς, καὶ πάσης ἀναμιμνήσκων τῆς εὐεργεσίας. Τοῦτο γὰρ μάλιστα διδασκάλου γενναίου, τὸ μὴ λόγῳ μόνον, ἀλλὰ καὶ εὐχῇ