1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

235

δὲ ὅτε ἔζη, ἐν οἷς πᾶσιν ὁ Χριστὸς ἔζη, τὰ ἐσταυρωμένα τῷ κόσμῳ, τὰ τοῦ Χριστοῦ μέλη, τὰ ἐνδεδυμένα τὸν Χριστὸν, τὸν ναὸν τοῦ Πνεύματος, τὴν οἰκοδομὴν τὴν ἁγίαν, τὰ δεδεμένα τῷ Πνεύματι, τὰ καθηλωμένα τῷ φόβῳ τοῦ Θεοῦ, τὰ ἔχοντα τὰ στίγματα τοῦ Χριστοῦ. Τοῦτο τὸ σῶμα τειχίζει τὴν πόλιν ἐκείνην, ὃ παντὸς πύργου καὶ μυρίων ἐστὶ περιβόλων ἀσφαλέστερον, καὶ μετὰ τούτου τὸ Πέτρου· καὶ γὰρ ζῶντα ἐτίμα· Ἀνέβην γὰρ ἱστορῆσαι Πέτρον. ∆ιὰ τοῦτο καὶ ἀπελθόντα κατηξίωσεν ὁμόσκηνον αὐτῷ ποιῆσαι ἡ χάρις αὐτόν. Ἐβουλόμην ἰδεῖν τὸν λέοντα τὸν πνευματικόν. Ὥσπερ γὰρ λέων πῦρ ἀφιεὶς εἰς ἀλωπέκων ἀγέλας, οὕτως εἰς τὴν τῶν δαιμόνων καὶ φιλοσόφων ἐνέπεσε φατρίαν, καὶ καθάπερ σκηπτοῦ τις ἐμβολὴ εἰς τὰς τοῦ διαβόλου κατηνέχθη φάλαγγας. Οὐδὲ γὰρ ἐκ παρατάξεως ἵστατο πρὸς αὐτὸν, ἀλλ' οὕτως ἐδεδοίκει καὶ ἔτρεμεν, ὡς εἰ σκιὰν ἴδοι, καὶ φωνῆς ἀκούσειε, πόῤῥωθεν δραπετεύειν. Οὕτω γοῦν καὶ τὸν πεπορνευκότα παρέδωκεν αὐτῷ πόῤῥωθεν ὢν, καὶ πάλιν ἐξήρπασε τῶν ἐκείνου χειρῶν· οὕτω 60.681 καὶ ἑτέρους, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Σκόπει δὲ πῶς καὶ τοὺς ὑπ' αὐτῷ τεταγμένους ἀντεπεξάγει, διεγείρων καὶ ἀλείφων· καὶ νῦν μὲν Ἐφεσίοις φησίν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας· εἶτα καὶ τὸ ἔπαθλον τίθησιν ἐν τοῖς ἐπουρανίοις, λέγων· Οὐ γὰρ περὶ γηΐνων πραγμάτων ἡμῖν ὁ ἀγὼν, φησὶν, ἀλλὰ περὶ τῶν οὐρανῶν καὶ τῶν ἐν τοῖς οὐρανοῖς· νῦν δὲ ἑτέροις φησὶν, Οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, στῶμεν γενναίως. Καὶ γὰρ καὶ Παῦλος ἄνθρωπος ἦν, τῆς αὐτῆς φύσεως ἡμῖν μετέχων, καὶ τὰ ἄλλα πάντα ἔχων κοινά· ἀλλ' ἐπειδὴ πολλὴν τὴν περὶ τὸν Χριστὸν ἀγάπην ἐπ 60.682 εδείξατο, τοὺς οὐρανοὺς ὑπερέβη, καὶ μετὰ τῶν ἀγγέλων ἔστη. Ὥστε ἐὰν βουληθῶμεν καὶ ἡμεῖς διαναστῆναι μικρὸν, καὶ τὸ πῦρ ἐκεῖνο ἀνάψαι ἐν ἡμῖν, δυνησόμεθα ζηλῶσαι τὸν ἅγιον ἐκεῖνον. Οὐδὲ γὰρ ἂν, εἴπερ ἀδύνατον ἦν τοῦτο, ἐβόα λέγων· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Μὴ τοίνυν θαυμάζωμεν αὐτὸν μόνον, μηδὲ ἐκπληττώμεθα μόνον, ἀλλὰ καὶ μιμώμεθα, ἵνα καταξιωθῶμεν καὶ ἐντεῦθεν ἀπελθόντες αὐτὸν ἰδεῖν, καὶ τῆς ἀποῤῥήτου δόξης μετασχεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.