1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

1

De sancta trinitate

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ∆ΙΑΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΤΡΙΑ∆ΟΣ, ΕΝ Ω ∆ΙΑΛΕΓΟΝΤΑΙ ΟΡΘΟ∆ΟΞΟΣ ΚΑΙ ΑΝΟΜΟΙΟΣ

ΑΡΕΙΑΝΙΣΤΗΣ. ΑΝΟΜΟΙΟΣ.

Χριστιανὸς εἶ; Ὀρθόδοξος. Καὶ πάνυ. Ἀνόμ. Τί ἐστιν ὁ Χριστιανισμός; Ὀρθ. Ἀλλὰ τὸ μὲν ἦν ἀναγκαῖον εἰπεῖν, τὸ δὲ οὐκ ἀσφαλές. Ἀνόμ. ∆ιὰ τί; Ὀρθ. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Χριστοῦ δοῦλός εἰμι, ἀναγκαῖον εἰπεῖν· τὸ δὲ, τί ἐστιν ὁ Χριστιανισμὸς, οὐκ ἀσφαλὲς, ἐὰν μὴ γνῶ τίς ἐστιν ὁ ἐρωτῶν· μήποτε εὑρεθῶ βάλλων τὰ ἅγια τοῖς κυσὶν, ἢ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Καὶ γὰρ, ἐάν με ἐρωτήσῃς, Πιστὸς εἶ ἢ κατ 28.1117 ηχούμενος, ἑτοίμως λέγω ὅ εἰμι· τί δέ ἐστι τὸ εἶναι πιστὸν, οὐ λέγω, μήποτε καὶ Ἰουδαῖος ᾖ ὁ ἐρω τῶν. Ἀνόμ. Ἀλλ' ἐγώ σοι λέγω ὁ ἐρωτῶν σε, ὅτι Χριστιανός εἰμι. Ὀρθ. Οὐκ ἤρκεσέ σοι τὸ εἰπεῖν ἐμὲ, ὅτι Χριστιανός εἰμι· οὐδ' ἐμοὶ ἀρκεῖ τὸ εἰπεῖν σε, ὅτι Χριστιανὸς εἶ· ἐὰν μή μοι εἴπῃς, τί ἐστι Χρι στιανισμός. Καὶ τότε δὲ οὐ πάντως εἶ Χριστιανός· οὐδὲ γὰρ τὸ εἰδέναι τί ἐστιν ὁ Χριστιανισμὸς, τοῦτό ἐστιν εἶναι Χριστιανόν· ἐπειδὴ οὐδὲ τὸ εἰδέναι τί ἐστιν Ἰουδαϊσμός ἐστι τὸ εἶναι Ἰουδαῖον· οὐδὲ τὸ εἰδέναι τί ἐστιν Ἑλληνισμὸς, τοῦτό ἐστι τὸ εἶναι Ἕλληνα. Ἀνόμ. Οἶδας τὸν Θεόν; Ὀρθ. Ναί. Ἀνόμ.Ὡς αὐτὸς ἑαυτὸν οἶδεν; Ὀρθ. Οὔ. Ἀνόμ. Οὐκοῦνοὐκ οἶδας αὐτόν; Ὀρθ. Οἶδα αὐτὸν, ὡς ἐνδέχεται ἀνθρώπου φύσει εἰδέναι. Ἀνόμ. Ἄλλως οὖν αὐτὸν ἴσασιν οἱ ἄνθρωποι, καὶ ἄλλως αὐτὸς ἑαυτόν; Ὀρθ. Καὶ πάνυ. Ἀνόμ. Πῶς; Ὀρθόδ. Ὅτι, ἐὰν μή τιτὴν αὐτὴν τῷ Θεῷ κτήσηται γνῶσιν, ἀδύνατον γνῶναι αὐτὸν, ὡς αὐτὸς ἑαυτὸν οἶδε. Τὴν δὲ αὐτὴν τῷ Θεῷ κτήσασθαι γνῶσιν ἀδύνατον, μὴ τῆς αὐτῆς αὐτῷ ὄντα οὐσίας. Οὐκ ἐσμὲν δὲ τῆς αὐτῆς αὐτῷ οὐσίας. Οὐκ ἄρα τὴν αὐτὴν αὐτῷ ἔχομεν γνῶσιν. Ἀνόμ. Ἐὰν οὖν θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι τινι, οὐ δύναται; Ὀρθ. Ἀποκαλύπτει μὲν, ἀλλ' οὐχ οὕτως αὐτῷ ἀποκαλύπτει, ὡς αὐτὸς ἑαυτὸν οἶδεν· ἀλλ' ὡς δύναται γνῶναι ὁ κατ αξιούμενος. ∆ιότι τῷ μὲν Ἰεζεχιὴλ ἀπὸ ὀσφύος καὶ ἄνω ἠλέκτρινος ἐγνώσθη· τῷ δὲ ∆ανιὴλ παλαιὸς ἡμερῶν· τῷ δὲ Ἡσαΐᾳ καλυπτόμενος ὑπὸ τῶν σερα φίμ. Ἀνόμοιος. Σὺ οὖν πῶς αὐτὸν οἶδας, ὡς ἠλέκτρι νον, ἢ ὡς παλαιὸν τῶν ἡμερῶν; Ὀρθ. Παρ' αὐτῶν μαθὼν οἶδα, ὅτι ὑπὲρ πάντα ἐστὶ τὰ γνωρισθέντα αὐτοῖς. Εἰ μὴ γὰρ ἦν ὑπὲρ αὐτὰ, οὐκ ἂν διαφόρως ἐφαίνετο· καὶ διὰ τοῦτο ὁ Μονογενὴς λέγει· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Ἀνόμ. Ἄλλο ἐστὶ τὸ ἑωρακέναι, καὶ ἄλλο τὸ ἐγνωκέναι; Ὀρθ. Ἐπὶ Θεοῦ οὐκ ἔστιν ἄλλο καὶ ἄλλο· αὐτὸς γὰρ τὴν θεωρίαν ἐπὶ τῆς γνώσεως ἔλαβε, λέγων· «Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με; Φίλιππε, ὁ ἑωρα κὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου.» Ἀνόμ. Εἰ οἶδας, ὅτι ὑπὲρ τὰ φαινόμενά ἐστιν, οἶδας τί ἐστιν. Ὀρθ. Γελοῖον λέγεις· μὴ γὰρ, ἐπειδὴ οἶδα, ὅτι ὑπὲρ τὰ φαινόμενα σώματά ἐστιν ἡ ψυχὴ, οἶδα καὶ τί ἐστι ψυχή; Ἀνόμ. Ἐγὼ οὕτως αὐτὸν οἶδα, ὡς αὐτὸς ἑαυτὸν οἶδεν. Ὀρθ. Τί οὖν ἐστιν ὁ Θεός; Ἀνόμ. Αὐτὸ τὸ ἀγέννητον. Ὀρθ. Τὸ εἰδέναι, ὅτι ἀγέννητός ἐστι, τοῦτό ἐστι τὸ εἰδέναι τὸν Θεόν. Ἀνόμ. Καὶ πάνυ. Ὀρθ. Ἴσασιν οὖν καὶ Ἰουδαῖοι καὶ Ἕλνες τοῦτο. Τὴν αὐτὴν ἄρα τοῖς Ἰουδαίοις καὶ τοῖς Ἕλλησιν ἔχεις γνῶσιν, τοῖς μὴ γινώσκουσιν αὐτόν. Ὅτι γὰρ ὁ μὴ γινώσκων τὸν Υἱὸν οὐ γινώσκει τὸν Πατέρα, τὰ Εὐαγγέλια εἰρήκασιν. Ἀνόμ. Οὐκ οἶδεν 28.1120 οὖν ὁ Θεὸς ἀγέννητον ἑαυτόν; Ὀρθ. Ἀλλ' οὐ τοῦτό ἐστιν αὐτοῦ ἡ οὐσία, ὃ κατειλήφαμεν. Ἀνόμ. Μίαν λέγεις θεότητα, καὶ τρεῖς ὑποστάσεις; Ὀρθ. Λέλυται μέν σου ἡ πρότερον γνῶσις. Ἀποκρινοῦμαι δέ σοι καὶ οὕτως· Ἄλλο ἐστὶν ὑπόστασις, καὶ ἄλλο θεότης· οὐχ ὡς ἄλλο πρᾶγμα καὶ ἄλλο, ἀλλ' ὡς ἄλλο τι ση