1
BASILIAI
<ΒΑΣΙΛΕΙΩΝ Α>
ΠΕΡΙ ΤΟΥ ΕΖ ΑΜΑΛΗΚ ΛΕΟΝΤΟΣ Τὴν ἐξ ἱστορίας τελέσας βίβλον ὡς ἐκέλευσας, αὐτοκράτορ, μελέταις καὶ καμάτοις μεγάλοις, ἐν σοὶ δῶρον ἔθηκα, ὅπως ἐγνωσμένον εἴη ἐκ φιλοδεσποτίας συντεθὲν ἔκ τε πόθου.
Προοίμιον Ἡ τῶν πάλαι πεπονημένων διάληψις μεγίστην ὄντως ὠφέλειαν παριστῶσα τοὺς ἐπειλημμένους αὐτῆς πρὸς γραφὴν αὐτῶν διανίστησιν. ὅθεν κἀγὼ νῦν τὴν περὶ τούτων γραφικὴν σπουδὴν πολυτρόπως ἀνῃρημένος, ἔκ τε τῶν τότε βεβιωκότων καὶ ἀμωσγέπως εἰδότων ἔκ τε φήμης δῆθεν δραμούσης ἠκουτισμένος, εἰς τόνδε τὸν ἀγῶνα παρώρμημαι, τὸ μὲν εἴ πως πρός τι λυσιτελὴς τοῖς μετέπειτα διοφθείην, τὸ δὲ καὶ ἐμαυτῷ τοῦτο καρπώσοιμι, ἅτε ταῦτά γε καὶ διαιτῆσαι προστεταγμένος πρὸς Κωνσταντίνου τοῦ αὐτοκράτορος, ἄλλως τε φιλοκάλου τὴν φύσιν καὶ τὴν προαίρεσιν, καὶ τῶν πώποτε βασιλέων λογιωτάτου, υἱοῦ Λέοντος τοῦ πανσόφου ἀειμνήστου ἄνακτος, ὡς ἂν τὰ μὴ παραδεδομένα βίβλῳ τῇ ἱστορούσῃ ἀπὸ τῆς κατὰ δυσσέβειαν φρενοβλαβοῦς Λέοντος βασιλείας τοῦ ἐξ Ἀμαλὴκ καὶ καθεξῆς ἀναγράψωμαι. 1.1 Ἐν ἔτει βʹ βασιλείας Μιχαὴλ γαμβροῦ Νικηφόρου τοῦ βασιλέως, κοσμικῆς δὲ κτίσεως ϛτκβʹ, ἰνδικτιῶνος ζʹ, ἐπισυμβάσης ἥττης Ῥωμαίοις παρὰ Κρούμμου τοῦ ἀρχηγοῦ Βουλγάρων, Λέοντός γε τηνικαῦτα στρατηγοῦντος τῶν Ἀνατολικῶν μὴ τῇ συμπλοκῇ τοῦ πολέμου περιτυχόντος, ἀλλὰ σκαιοβούλως ὑποχωρήσαντος σὺν τῷ ὑπ' αὐτὸν τάγματι, καιροφυλακοῦντος τὴν τῆς βασιλείας ἐπίθεσιν, φυγὰς ὁ βασιλεὺς Μιχαὴλ ἐντεῦθεν καθίσταται σὺν τῷ περιλειφθέντι αὐτῷ λαῷ. 1.2 Ὡς δέ τινες ἔφησαν, ὅτι μόνος ὁ Λέων καθ' ἕν τι μέρος προσβαλὼν Βουλγάροις γενναίως κατηγωνίζετο, ὡς ἐνθένδε μεγίστην ἀποίσασθαι εὔκλειαν. ὁ δὲ βασιλεὺς τὴν πρὸς ὑποστροφὴν τρίβον ἐστήριξεν, τῶν ὑπηκόων πλεῖστα καταιτιώμενος, ὡς μὴ πεφροντικότων τῶν ἐγγράφων ὅρκων αὐτῶν, ἀλλὰ προσχωρούντων εἰς διαστάσεις, ἐξ ὧνπερ ἧτται συμβαίνουσιν, προστάξας τῷ Λέοντι μετὰ τοῦ ὑπ' αὐτὸν στρατεύματος ἔξω προσεδρεύειν τῆς πόλεως διὰ τὴν μερικὴν αὐτοῦ πρὸς Βουλγάρους καθυπερτέρησιν, εἰς τὸ μὴ τούτους ὀλιγανδρίας καὶ φυγαδείας Ῥωμαϊκῆς τοσοῦτον λοιπὸν ὑφορᾶσθαι. ἀφ' ὧν ὁ στρατιωτικὸς σύλλογος κατελοιδόρει τοῦ βασιλέως ἀφέλειαν, καὶ ἔκλυτον τοῦτον ἐπεψηφίζετο, καὶ τὸν στρατηγὸν Λέοντα συμφώνως εἰς βασιλείαν προέκρινεν. τοῦ δὲ ἀχλυώδει ἀγωνίᾳ καὶ πολλῇ συμπεσόντος πρὸς λόγον τῆς ἀναρρήσεως, καθώς ποτε κατὰ γέφυραν Γαΐου τοῦ Καίσαρος, Μιχαὴλ ὁ ἐξ Ἀμορίου ἀναιρήσειν τοῦτον διεμαρτύρατο, εἰ μὴ ταύτῃ κατάθοιτο. καὶ τὴν μὲν κατάθεσιν αὐτοῦ μόνον ἀπῄτει, τὴν δὲ μέχρι τῆς πόλεως καὶ αὐτῶν τῶν βασιλείων εἴσοδον ποιῆσαι ῥᾳδίαν ὑπέσχετο, ἥτις εἰς ἔργον παρ' αὐτοῦ τοῦ στρατεύματος τετελείωτο. 1.3 Πρὸ δέ γε τούτων, γενομένῳ τῷ βασιλεῖ Μιχαὴλ πλησίον τῆς πόλεως συναντᾷ τούτῳ ἀνήρ τις τῶν ἐπισήμων Ἰωάννης τὴν τῶν τειχῶν κηδεμονίαν πεπιστευμένος, τῶν Ἐξαβουλίων ἐκ γένους, ἀφοσιῶν τὰ ἔθιμα βασιλεῖ, καὶ τῇ δυστυχίᾳ συναλγυνόμενος ἐπυνθάνετό γέ· τίς ἂν εἴη, ὦ δέσποτα, τῶν στρατηγούντων ἐαθεὶς ἐν τῷ ἐπιλοίπῳ στρατῷ; ὁ δέ φησιν· Λέων ὁ τοῦ αʹ θέματος ἐξηγούμενος, ἀνὴρ ἀγχίνους καὶ εὐθύτητος ἐξεχόμενος. ὁ δὲ ἀντέφη ἀλυσιτελὲς εἶναι εἰ μόνος τοῦ τοιούτου καθηγοῖτο, δίχα τινὸς τῶν σῶν