1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

1

In epistulam i ad Thessalonicenses (homiliae 111)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ.

ΟΜΙΛΙΑ Αʹ. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προ σευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος 62.392 τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. αʹ. Τί δήποτε Ἐφεσίοις μὲν ἐπιστέλλων, καὶ τὸν Τιμόθεον ἔχων μεθ' ἑαυτοῦ, οὐχὶ συνέταξεν ἑαυτῷ, καίτοι γνωριζόμενον παρ' αὐτοῖς καὶ θαυμαζόμενον (Τὴν γὰρ δοκιμὴν αὑτοῦ γινώσκετε, φησὶν, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσε· καὶ πάλιν, 62.393 Οὐδένα ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει)· ἐνταῦθα δὲ συντάττει αὐτὸν ἑαυτῷ; Ἐμοὶ δοκεῖ ὅτι ἔμελλεν αὐτὸν πέμπειν εὐθέως, καὶ περιττὸν ἦν ἐπιστέλλειν τὸν τὰ γράμματα ὅσον οὔπω καταληψόμενον· φησὶ γὰρ, Τοῦτον μὲν ἐλπίζω πέμψαι ἐξαυτῆς. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἐπανελθὼν ἦν, ὥστε εἰκότως ἐπέστελλεν· Ἄρτι γὰρ ἐλθόντος Τιμοθέου, φησὶ, πρὸς ἡμᾶς ἀφ' ὑμῶν. ∆ιὰ τί δὲ αὐτοῦ προτίθησι τὸν Σιλουανὸν, καίτοι μυρία αὐτῷ μαρτυρῶν ἀγαθὰ, καὶ πάντων αὐτὸν προτιθείς; Ἴσως μὲν ἀξιοῦντος τοῦτο αὐτοῦ κατὰ πολλὴν ταπεινοφροσύνην, καὶ παρακαλοῦντος. Ἐπειδὴ γὰρ τὸν διδάσκαλον ἑώρα οὕτω ταπεινοφρονοῦντα, ὡς τὸν μαθητὴν ἑαυτῷ συντάττειν, πολλῷ μᾶλλον τοῦτο αὐτὸς ἐζήτησεν ἄν. Παῦλος γὰρ, φησὶ, καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων. Οὐδὲν ἐνταῦθα περὶ ἑαυτοῦ τίθησιν, οὐχ Ὁ ἀπόστολος, οὐχ Ὁ δοῦλος. Ἐμοὶ δοκεῖ, διὰ τὸνεοκατηχήτους εἶναι τοὺς ἄνδρας, καὶ μηδέπω αὐτοῦ πεῖραν εἰληφέναι, οὐ τίθησι τὸ ἀξίωμα· ἄλλως δὲ καὶ ἀρχὴ τοῦ κηρύγματος ἔτι ἦν τοῦ πρὸς αὐτούς. Τῇ Ἐκκλησίᾳ, φησὶ, Θεσσαλονικέων. Καλῶς. Ἐπεὶ γὰρ εἰκὸς ἦν ὀλίγους εἶναι καὶ οὐδέπω συνεστάναι, διὰ τοῦτο αὐτοὺς παραμυθεῖται διὰ τοῦ ὀνόματος τῆς Ἐκκλησίας· ἔνθα γὰρ πολὺς παρεληλύθει χρόνος, καὶ τὸ τῆς Ἐκκλησίας σύστημα πολὺ ἦν, οὐ τίθησι τοῦτο. Ἐπειδὴ δὲ ὄνομα πλήθους ἐστὶν, ὡς τὰ πολλὰ, τὸ τῆς Ἐκκλησίας ὄνομα, καὶ συστήματος ἤδη συγκεκροτημένου, διὰ τοῦτο αὐτοὺς οὕτω καλεῖ. Ἐν Θεῷ, φησὶ, Πατρὶ, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ. Τῇ Ἐκκλησίᾳ, φησὶ, Θεσσαλονικέων τῇ ἐν Θεῷ. Ἰδοὺ πάλιν τὸ, Θεός, ἐπὶ τοῦ Πατρὸς, καὶ ἐπὶ τοῦ Υἱοῦ. Τὸ δὲ, Ἐν Θεῷ, φησὶν, ἐπειδὴ πολλαὶ Ἐκκλησίαι καὶ Ἰουδαϊκαὶ καὶ Ἑλληνικαὶἦσαν. Μέγα τὸ ἀξίωμα, καὶ οὗ ἴσον οὐδὲν, εἰ ἐν Θεῷ ἐστι. Γένοιτο τοίνυν καὶ ταύτην τὴν Ἐκκλησίαν οὕτω καλεῖσθαι· δέδοικα δὲ μὴ μακρὰν ᾖ τῆς προσηγορίας ταύτης. Εἴ τις γὰρ ἁμαρτίας δοῦλος, οὐ δύναται λέγεσθαι ἐν Θεῷ. Χάρις ὑμῖν καὶ εἰρήνη. Εἶδες εὐθὺς ἀπὸ ἐγκωμίων τὸ προοίμιον τῆς ἐπιστολῆς; Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν. Τὸ γὰρ εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ αὐτῶν, μαρτυροῦντός ἐστιν αὐτοῖς πολλὴν προκοπὴν, ὅταν μὴ μόνον ἐπαινῶνται αὐτοὶ, ἀλλὰ καὶ Θεὸς εὐχαριστῆται, ὡς αὐτὸς ἐργασάμενος τὸ πᾶν. ∆ιδάσκει δὲ αὐτοὺς καὶ