1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

23

ἐκτείνεσθαι; οὐκ εἰς ἀλλήλους μόνον, ἀλλὰ πανταχοῦ. Τοῦτο γὰρ ὄντως ἀγάπης τῆς κατὰ Θεὸν, τὸ πάντας περιπλέκεσθαι· ἂν δὲ τὸν δεῖνα μὲν ἀγαπᾷς, τὸν δεῖνα δὲ μηκέτι, κατὰ ἄνθρωπον ἡ φιλία. Ἀλλ' οὐχ ἡ ἡμετέρα τοιαύτη. Καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς· 62.420 εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Τὴν ἀγάπην δείκνυσιν αὐτοῖς κέρδος φέρουσαν, οὐ τοῖς φιλουμένοις. Βούλομαι, φησὶ, πλεονάσαι τὴν ἀγάπην ταύτην, ἵνα μηδεὶς μῶμος γένηται. Οὐκ εἶπεν, ὑμᾶς στηρίξαι, ἀλλὰ, Τὰς καρδίας ὑμῶν· Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί. Ἔνεστι γὰρ μηδὲν πράττοντα, πονηρὸν εἶναι, οἷον βασκανίαν ἔχειν, ἀπιστίαν, δόλον, τὸ χαίρειν ἐπὶ τοῖς κακοῖς, τὸ μὴ εἶναι φιλικὸν, τὸ δόγματα ἔχειν διεστραμμένα· ταῦτα πάντα τῆς καρδίας ἐστί· τὸ δὲ τούτων καθαρεύειν, ἐστὶν ἁγιωσύνη. Κυρίως μὲν γὰρ ἁγιωσύνη λέγεται ἡ σωφροσύνη κατ' ἐξοχὴν ἐπειδὴ καὶ ἀκαθαρσία ἡ πορνεία καὶ ἡ μοιχεία· καθολικῶς δὲ πᾶσα ἁμαρτία ἀκαθαρσία, καὶ πᾶσα ἀρετὴ καθαρότης· Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ. Καθαροὺς τοὺς πάντῃ καθαρούς φησιν. δʹ. Οἶδα γὰρ καὶ τὰ ἄλλα οὐχ ἧττον τὴν ψυχὴν ῥυποῦν. Ὅτι γὰρ πονηρία μολύνει τὴν ψυχὴν, ἄκουε τοῦ προφήτου λέγοντος· Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ· καὶ πάλιν, Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Οὐκ εἶπε, τὰς πορνείας· ὥστε οὐ πορνεία μόνον, ἀλλὰ καὶ τὰ ἄλλα μολύνει τὴν ψυχήν. Στηρίξαι ὑμῶν, φησὶ, τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Κριτὴς ἄρα τότε ἔσται ὁ Χριστός· οὐκ ἔμπροσθεν δὲ αὐτοῦ, ἀλλὰ καὶ τοῦ Πατρὸς παρεστήκαμεν κρινόμενοι. Ἢ τοῦτό φησιν, ὅτι ἀμέμπτους ἔμπροσθεν τοῦ Θεοῦ δεῖ γενέσθαι· ὅπερ ἀεὶ λέγω, τὸ ἐνώπιον τοῦ Θεοῦ (αὕτη γὰρ ἡ ἀρετὴ εἰλικρινής), οὐκ ἐνώπιον ἀνθρώπων. Ἄρα ἡ ἀγάπη ἀμέμπτους ποιεῖ· καὶ γὰρ ὄντως ἀμέμπτους ποιεῖ. Καὶ ἐμοῦ ποτὲ τοῦτο διηγουμένου πρός τινα, καὶ λέγοντος, ὅτι ἡ ἀγάπη ἀμέμπτους ποιεῖ, καὶ οὐκ ἀφίησιν ἡ πρὸς τὸν πλησίον φιλία παρείσδυσίν τινα γενέσθαι τῆς πλημμελίας, καὶ τὰ ἄλλα πάντα διεξιόντος καὶ ἐπεξερχομένου τῷ λόγῳ, τῶν ἐμοί τις γνωρίμων ὑποβαλὼν ἑαυτὸν, φησί· Τί οὖν ἡ πορνεία; οὐκ ἔνεστιν οὖν καὶ φιλεῖν καὶ πορνεύειν; καὶ ἀπὸ φιλίας μὲν τοῦτο γίνεται. Πλεονεξία μὲν οὖν καὶ μοιχεία καὶ φθόνος καὶ ἐπιβουλαὶ καὶ ὅσα τοιαῦτα ἀπὸ ἀγάπης τῆς τῶν πλησίον ἀνακόψαι δυνήσεται· ἡ δὲ πορνεία πῶς; φησίν. Ἐγὼ τοίνυν εἶπον, ὅτι ἡ ἀγάπη καὶ τοῦτο δύναται ἀνακόψαι. Εἰ γὰρ φιλοίη τις τὴν πορνευομένην γυναῖκα, καὶ τῶν ἄλλων αὐτὴν ἀνδρῶν ἀπαγαγεῖν πειράσεται, οὐχὶ δὲ καὶ αὐτὸς προστιθέναι τῇ ἁμαρτίᾳ. Ὥστε σφόδρα μισοῦντός ἐστι τὴν πορνευομένην τὸ πορνεύειν εἰς αὐτήν· φιλοῦντος δὲ ὄντως τὸ ἀπαγαγεῖν αὐτὴν τῆς μυσαρᾶς ἐκείνης πράξεως. Καὶ οὐκ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἁμάρτημα, ὃ μὴ, καθάπερ πῦρ, ἀναλίσκει τῆς ἀγάπης ἡ δύναμις. Εὐκολώτερον γὰρ φρύγανον εὐτελὲς ἀντιστῆναι πυρᾷ πολλῇ, ἢ τῆς ἁμαρτίας τὴν φύσιν τῇ τῆς ἀγάπης δυνάμει. Ταύτην οὖν φυτεύσωμεν ἐν ταῖς ἑαυτῶν ψυχαῖς, ἵνα μετὰ τῶν ἁγίων πάντων στῶμεν· καὶ γὰρ ἐκεῖνοι πάντες εὐη 62.421 ρέστησαν ἀπὸ τῆς εἰς πλησίον ἀγάπης. Πόθεν ἀνῃρέθη, καὶ οὐκ ἀνεῖλεν ὁ Ἄβελ; Πάντως τῷ σφόδρα φιλεῖν τὸν ἀδελφόν· οὐδὲ δέξασθαι τοιοῦτον ἠνείχετο λογισμόν. Πόθεν ἐδέξατο τὸν τῆς βασκανίας ὄλεθρον ὁ Κάϊν; οὐ γὰρ ἂν λοιπὸν εἴποιμι αὐτὸν τοῦ Ἄβελ ἐγὼ ἀδελφὸν, ὅτι οὐκ ἀσφαλῶς ἠρήρειστο παρ' αὐτῷ τὰ τῆς ἀγάπης θεμέλια. Πόθεν εὐδοκίμησαν οἱ τοῦ Νῶε παῖδες; οὐκ ἐπειδὴ σφόδρα ἐφίλουν τὸν πατέρα, οὐδὲ τὴν γύμνωσιν ἠνέσχοντο ἰδεῖν. Ὁ ἕτερος δὲ πόθεν κατηράθη; οὐκ ἀπὸ τοῦ μὴ φιλεῖν; Ὁ δὲ Ἀβραὰμ πόθεν ηὐδοκίμησεν; οὐκ ἀπὸ τῆς