1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

35

αʹ. Πολλὰ τῶν πραγμάτων ἐξ ἀγνοίας ἡμᾶς λυπεῖ μόνης, ὡς, ἂν αὐτὰ καλῶς καταμάθωμεν, ἀποκρουσόμεθα τὴν ὀδύνην. Τοῦτο γοῦν καὶ ὁ Παῦλος ἐμφαίνων ἔλεγεν, Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Τί οὐ θέλεις αὐτοὺς ἀγνοεῖν; Τὸν περὶ τῆς ἀναστάσεως, φησὶ, λόγον. ∆ιὰ τί δὲ μὴ λέγεις τὴν κόλασιν τὴν ἀποκειμένην τῷ ἀγνοεῖν τὸν περὶ τῆς ἀναστάσεως λόγον; ∆ιότι τοῦτο ἐκεῖθεν δῆλόν ἐστι, καὶ ὡμολογημένον· τέως δὲ μετ' ἐκείνου καὶ τοῦτο ἔσται κέρδος οὐ μικρόν. Ἐπειδὴ γὰρ οὐ τῇ ἀναστάσει ἠπίστουν, ἀλλ' ὅμως ἐθρήνουν, διὰ τοῦτο οὕτω φησί. Καὶ ἑτέρως μὲν τοῖς ἀπιστοῦσι διαλέγεται, ἑτέρως δὲ τούτοις· οἱ γὰρ περὶ τῶν χρόνων καὶ τῶν καιρῶν ζητοῦντες, δῆλον ὅτι ᾔδεσαν. Εἰ γὰρ πιστεύομεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, οὕτως ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Ποῦ εἰσιν οἱ τὴν σάρκα ἀθετοῦντες; Εἰ γὰρ μὴ ἀνέλαβε σάρκα, οὐδὲ ἀπέθανεν· εἰ δὲ μὴ ἀπέθανεν, οὐδὲ ἀνέστη. Πῶς οὖν ἡμᾶς ἀπὸ τούτων προτρέπει εἰς πίστιν; ἆρα οὐ λῆρος μᾶλλον ἦν κατ' αὐτοὺς καὶ ἀπατεών; Εἰ γὰρ τὸ ἀποθανεῖν ἁμαρτίας ἐστὶν, ὁ δὲ Χριστὸς οὐχ ἥμαρτε, πῶς ἡμᾶς προτρέπεται νῦν; ∆ιὰ τί δὲ καί φησιν, Ὥσπερ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα; Ὡσεὶ ἔλεγε· Τίνας θρηνεῖτε, ἄνθρωποι; ὑπὲρ τίνων λυπεῖσθε; ὑπὲρ τῶν ἁμαρτωλῶν, ἢ ὑπὲρ τῶν ἁπλῶς ἀποθνησκόντων; Ὥστε ἐκεῖνοι τίνας θρηνοῦσι; Πάντα δὲ ταῦτα ἕωλα αὐτοῖς γίνεται, Πρωτότοκος, φησὶν, ἐκ τῶν νεκρῶν· τουτέστιν, ἀπαρχή. Οὐκοῦν καὶ λοιποὺς εἶναι δεῖ. Καὶ ὅρα πῶς ἐνταῦθα οὐδὲν ἀπὸ λογισμῶν τίθησιν, ἐπειδὴ προσηνεῖς ἦσαν· Κορινθίοις δὲ γράφων, πολλὰ πρῶτον καὶ ἀπὸ λογισμῶν ἐκίνησε, καὶ τότε ἐπήγαγεν· Ἄφρον σὺ, ὃ σπείρεις, οὐ ζωοποιεῖται. Κυριώτερον μὲν γὰρ τοῦτο, ἀλλ' ὅταν τῷ πιστῷ διαλέγηται· πρὸς δὲ τὸν ἔξω ποίαν ἰσχὺν ἂν ἔχοι τοῦτο; Οὕτω, φησὶν, ὁ Θεὸς, καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Πάλιν, Κοιμηθέντας· οὐδαμοῦ λέγει, ἀποθανόντας. Ἀλλ' ἐπὶ μὲν τοῦ Χριστοῦ τὸ, Ἀπέθανεν, ἔθηκεν, ἐπειδὴ καὶ τὸ τῆς ἀναστάσεως εἶπεν· ἐνταῦθα δὲ, Τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ· ἢ τοῦτο λέγων, ὅτι τῇ πίστει τοῦ Ἰησοῦ κοιμηθέντας, ἢ ὅτι διὰ τοῦ Ἰησοῦ ἄξει τοὺς κοιμηθέντας, τουτέστι, τοὺς πιστούς. Ἐνταῦθα οἱ αἱρετικοί φασιν ὅτι τοὺς βαπτισθέντας λέγει. Τὸ οὖν, Οὕτω, ποῦ ἵσταται; ὁ γὰρ Ἰησοῦς οὐκ ἐκοιμήθη διὰ τοῦ βαπτίσματος. Τίνος δὲ ἕνεκέν φησι, Τοὺς κοιμηθέντας; Ὥστε οὐ περὶ καθολικῆς, ἀλλὰ περὶ μερικῆς ἀναστάσεως διαλέγεται. Ἄξει τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ, φησί· καὶ πολλαχοῦ οὕτω λέγει. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγω Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· περὶ τῶν πιστῶν λέγων, καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ· καὶ πάλιν, Οἱ νεκροὶ ἀναστήσονται. Ἔπειτα οὐ περὶ ἀναστάσεως αὐτῷ ὁ λόγος μόνον, ἀλλὰ καὶ περὶ ἀναστάσεως καὶ περὶ τιμῆς τῆς ἐν δόξῃ. Ἀναστάσεως 62.436 μὲν οὖν πάντες ἀπολαύσονται, φησίν· ἐν δόξῃ δὲ οὐ πάντες ἔσονται, ἀλλ', Οἱ ἐν Χριστῷ. Ἐπεὶ οὖν παραμυθήσασθαι βούλεται αὐτοὺς, οὐ τούτῳ μόνον παραμυθεῖται, ἀλλὰ καὶ τῇ τιμῇ τῇ πολλῇ καὶ τῷ τάχει, ἐπεὶ ἐκεῖνο ᾔδεσαν. Ὅτι γὰρ τῇ τιμῇ βούλεται αὐτοὺς παραμυθήσασθαι, προϊών φησι, Καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα· καὶ, ὅτι Ἐν νεφέλαις ἁρπαγησόμεθα. Πῶς δὲ οἱ πιστοὶ διὰ τοῦ Ἰησοῦ κοιμῶνται· ∆ηλονότι τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς. Τὸ δὲ, Ἄξει σὺν αὐτῷ, δείκνυσι πολλαχόθεν ἀγομένους. Τοῦτο γὰρ ὑμῖν, φησὶ, λέγομεν ἐν λόγῳ Κυρίου. Ξένον τι ἔμελλε λέγειν· διὰ τοῦτο καὶ τὸ ἀξιόπιστον τίθησιν. Ἐν λόγῳ Κυρίου, φησί· τουτέστιν, Οὐκ ἀφ' ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Χριστοῦ μαθόντες λέγομεν, Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ὅπερ ἐν τῇ πρὸς Κορινθίους φησὶν, ὅτι