1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

6

ὀρέγειν, καὶ αὐτοὶ ἐχώμεθα τῆς ἀρετῆς· ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Βʹ. Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέ ψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δου λεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. αʹ. Καθάπερ μύρον εὐῶδες τὴν εὐωδίαν οὐκ ἐν ἑαυτῷ συγκλεῖσαν ἔχει, ἀλλὰ πόῤῥωθεν ἀφίησι, καὶ τὸν ἀέρα ἀναχρῶσαν τῆς ὀσμῆς, οὕτως ἐνίησι καὶ ταῖς τῶν πλησίων αἰσθήσεσιν· οὕτω δὴ καὶ οἱ γενναῖοι καὶ θαυμαστοὶ ἄνδρες οὐκ ἐν ἑαυτοῖς τὴν ἀρετὴν συγκλείσαντες ἔχουσιν, ἀλλὰ πολλοὺς διὰ τῆς φήμης αὐτῶν ὠφελοῦσι καὶ ἀμείνους ἐργάζονται. Ὅπερ οὖν καὶ τότε γεγένηται. ∆ιὰ τοῦτο ἔλεγεν· Ὥστε ὑμᾶς τύπους γενέσθαι πᾶσι τοῖς πιστεύουσιν ἐν Ἀχαΐᾳ καὶ τῇ Μακεδονίᾳ. Ἀφ' ὑμῶν γὰρ, φησὶν, ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Τῆς μὲν οὖν παιδεύσεως τοὺς πλησίον πάντας ἐνεπλήσατε, φησὶ, τοῦ δὲ θαύματος τὴν οἰκουμένην· τὸ γὰρ, Ἐν παντὶ τόπῳ, τοῦτό ἐστι. Καὶ οὐκ εἶπε· ∆ιατεθρύλληται ἡ πίστις ὑμῶν, ἀλλ', Ἐξήχηται· δηλῶν ὅτι ὥσπερ σάλπιγγος λαμπρὸν ἠχούσης ὁ πλησίον ἅπας πληροῦται τόπος, οὕτω τῆς ὑμετέρας ἀνδρείας ἡ φήμη, καθάπερ ἐκείνη σαλπίζουσα, ἱκανὴ τὴν οἰκουμένην ἐμπλῆσαι, καὶ πᾶσι τοῖς πανταχοῦ μετὰ τῆς ἴσης ἠχῆς προσπεσεῖν. Τὰ γὰρ μεγάλα τῶν πραγμάτων ἔνθα μὲν ἂν γένηται, λαμπρότερον ᾄδεται, πόῤῥω δὲ ᾄδεται μὲν, οὐχ οὕτω δέ· ἀφ' ὑμῶν δὲ οὖν οὐχ οὕτως, ἀλλ' ἠχὴ εὔσημος πανταχοῦ τῆς γῆς ἐξελήλυθε. Καὶ μή τις ὑπερβολῆς εἶναι νομίσῃ τὰ ῥήματα· καὶ γὰρ τοῦτο τὸ ἔθνος τὸ τῶν Μακεδόνων πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐπίσημον ἦν, καὶ πανταχοῦ ᾔδετο Ῥωμαίων μᾶλλον· καὶ Ῥωμαῖοι διὰ τοῦτο θαυμαστοὶ, ὅτι τούτους εἷλον. Ἃ γὰρ ὁ Μακεδόνων βασιλεὺς εἰργάσατο, πάντα ὑπερέβαινε λόγον, ἀπὸ μικρᾶς μὲν ὁρμηθεὶς πόλεως, τὴν δὲ οἰκουμένην καταλαβών. ∆ιὰ τοῦτο καὶ πτηνὴν Πάρδαλιν αὐτὸν ὁρᾷ ὁ προφήτης, τὸ τάχος καὶ τὸ σφοδρὸν καὶ τὸ πυρῶδες καὶ τὸ ἄφνω που διαπτῆναι τὴν οἰκουμένην μετὰ τροπαίων καὶ νίκης δηλῶν. Λέγουσι, δὲ, ὅτι καὶ φιλοσόφου τινὸς ἀκούσας λέγοντος, ὅτι ἄπειροι κόσμοι εἰσὶ, πικρὸν ἐστέναξεν, εἴ γε ἀπείρων ὄντων, μηδὲ ἑνός που κεκράτηκεν· οὕτως ἦν μεγαλόφρων καὶ μεγαλόψυχος, καὶ πανταχοῦ τῆς οἰκουμένης ᾔδετο. Τῇ γοῦν τοῦ βασιλέως φήμῃ συνανῄει καὶ ἡ τοῦ ἔθνους δόξα· Ἀλέξανδρος γὰρ ὁ Μακεδὼν ἐλέγετο· ὥστε διαβοωμένου ἐκείνου, εἰκότως καὶ τὰ ἐκεῖ γενόμενα πανταχοῦ ᾄδεσθαι· τῶν γὰρ ἐπισήμων οὐδὲν δύναται λαθεῖν. Οὐχ ἧττον οὖν τῶν Ῥωμαίων τὰ Μακεδόνων ἦν. Ἡ πίστις ὑμῶν ἡ πρὸς Θεὸν, φησὶν, ἐξελήλυθεν. Ὅρα πῶς ὡς περὶ 62.400 ἐμψύχου διαλεγόμενος τὸ, Ἐξελήλυθε, τέθεικε· τοῦτο δὲ καὶ ἀπὸ τῆς σφοδρότητος αὐτῶν γέγονεν. Εἶτα δηλῶν ὅτι οὕτω τὴν πίστιν αὐτῶν σφοδρὰν καὶ ἐνεργῆ ἐπεδείξαντο, ἐπάγει· Ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς. Οὐ περιμένουσιν ἀκοῦσαι περὶ ὑμῶν, ἀλλὰ τοὺς παρόντας καὶ τεθεαμένους τὰ ὑμέτερα