1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

58

ὠφελεῖσθαι τὰ παρ' ἑαυτῶν εἰσφέρομεν. Ἁγιάσαι ὑμᾶς, φησὶν, ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Τὸ πνεῦμα τί φησιν ἐνταῦθα; Τὸ χάρισμα. Ἂν μὲν γὰρ ἔχοντες λαμπρὰς τὰς λαμπάδας ἀπέλθωμεν, εἰσελευσόμεθα εἰς τὸν νυμφῶνα· ἂν δὲ ἐσβεσμένας, οὐκέτι. ∆ιὰ τοῦτό φησιν, Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα· ἐκείνου γὰρ μένοντος ἀκεραίου, καὶ τοῦτο μένει. Καὶ ἡ ψυχὴ, φησὶ, καὶ τὸ σῶμα. Οὔτε γὰρ αὐτή τι πονηρὸν δέχεται, οὔτ' ἐκεῖνο. Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. Ὅρα τὴν ταπεινοφροσύνην· ἐπειδὴ γὰρ ηὔξατο, μὴ νομίσητε, φησὶν, ὅτι ἀπὸ τῶν ἐμῶν εὐχῶν τοῦτο γίνεται, ἀλλ' ἐκ τῆς προθέσεως, ἧς ὑμᾶς ἐκάλεσεν. Εἰ γὰρ εἰς σωτηρίαν ἐκάλεσεν, ἀληθὴς δέ ἐστι, πάντως σώσει βουλόμενος. Ἀδελφοὶ, προσεύχεσθε καὶ περὶ ἡμῶν. Βαβαὶ, πόση ταπεινοφροσύνη! Ἀλλ' ἐκεῖνος μὲν ταπεινοφροσύνης ἕνεκεν, τοῦτο ἔλεγεν, ἡμεῖς δὲ οὐ ταπεινοφροσύνης ἕνεκεν, ἀλλ' ὠφελείας πολλῆς, καὶ μέγα τι παρ' ὑμῶν κερδᾶναι βουλόμενοι, λέγομεν, Προσεύχεσθε καὶ περὶ ἡμῶν. Εἰ γὰρ καὶ μηδὲν ὠφελῆσθε παρ' ἡμῶν μέγα μηδὲ θαυμαστὸν, ἀλλ' ὅμως δι' αὐτὴν τὴν τιμὴν, δι' αὐτὴν τὴν προσηγορίαν. Ἔσχε τις παῖδάς ποτε, καὶ ὅμως εἰ καὶ μηδὲν ὠφέληνται παρ' αὐτοῦ, ἀλλ' ἐπειδὴ πατὴρ γέγονε, τοῦτο ἴσως προβάλλεται λέγων, Μίαν ὑμῶν ἡμέραν οὐκ ἐκλήθην πατήρ. ∆ιὰ τοῦτο καὶ ἡμεῖς λέγομεν, Προσεύχεσθε καὶ περὶ ἡμῶν· οὐχ 62.464 ἁπλῶς τοῦτο λέγων, ἀλλὰ πάνυ ἐφιέμενος τῶν ὑμετέρων εὐχῶν. Εἰ γὰρ ὑπεύθυνος ἐγενόμην τῆς πάντων ὑμῶν προστασίας, καὶ λόγους ὑπέχειν μέλλω, πολλῷ μᾶλλον ὀφείλω τῆς παρ' ὑμῶν ἀπολαύειν εὐχῆς. Αἱ εὐθῦναί μοι μείζους ἐγένοντο δι' ὑμᾶς· οὐκοῦν καὶ ἡ βοήθεια πλείων παρ' ὑμῶν. Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν ἁγίῳ φιλήματι. Βαβαὶ τῆς θερμότητος! βαβαὶ τῆς διανοίας! Ἐπειδὴ φιλήματι αὐτοὺς ἀσπάσασθαι οὐκ ἠδύνατο ἀπὼν, δι' ἑτέρων αὐτοὺς ἀσπάζεται· οὕτω καὶ ἡμεῖς ποιοῦμεν, ὡς ὅταν λέγωμεν, Φίλησον αὐτὸν ἀντ' ἐμοῦ. Οὕτω καὶ αὐτοὶ κατέχετε τὸ πῦρ τῆς ἀγάπης· οὐ γὰρ ἀνέχεται διαστημάτων, ἀλλὰ καὶ διὰ μέσων τῶν ὁδῶν ἑαυτὴν ἐκτείνει, καὶ πανταχοῦ πάρεστιν. Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. Καὶ τοῦτο πόθου μάλιστα, οὐ διδασκαλίας τοσοῦτον· ἵνα κἀκείνοις ὦ προσδιαλεγόμενος, φησίν· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Ἀμήν. Καὶ οὐχ ἁπλῶς ἐπιτάττει, ἀλλ' ὁρκίζων, ἀπὸ θερμῆς διανοίας καὶ τοῦτο ποιῶν, ἵνα κἂν αὐτοῦ καταφρονήσωσι, διὰ τὸν ὁρκισμὸν πράξωσι τὸ ἐπιταχθέν. Μέγαν γὰρ εἶχον τότε φόβον τοῦ πράγματος· νυνὶ δὲ καὶ τοῦτο πεπάτηται. Καὶ ἔστι πολλάκις παῖς μαστιζόμενος, καὶ ὁρκίζων τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ, οὕτω Χριστιανὸς ἀποθάνοις, καὶ οὐδεὶς προσέχει, οὐδεὶς ἐπιστρέφεται· ἂν δὲ τὸν υἱὸν τὸν ἴδιον ὁρκίσῃ, εὐθέως καὶ ἄκων, καὶ τρίζων τοὺς ὀδόντας, ὑφίησι τοῦ θυμοῦ. Ἄλλος πάλιν ἑλκόμενος, ἀπαγόμενος ἐπὶ μέσης τῆς ἀγορᾶς, καὶ Ἑλλήνων καὶ Ἰουδαίων παρόντων, ὁρκοῖ τὸν ἀπάγοντα ὅρκους φρικωδεστάτους, καὶ οὐδεὶς προσέχει. Τί οὐκ ἐροῦσιν οἱ Ἕλληνες, ὅταν πιστὸς τὸν πιστὸν καὶ Χριστιανὸν ὁρκοῖ, καὶ μηδεὶς γίνηται λόγος, ἀλλὰ καὶ καταφρονῶμεν; γʹ. Βούλεσθε ὑμῖν διηγήσωμαί τι πρᾶγμα, ὅπερ καὶ αὐτὸς ἀκήκοα; οὐδὲ γὰρ πλάττων λέγω, ἀλλὰ παρὰ προσώπου ἀξιοπίστου ἀκηκοώς. Παιδίσκη τις ἀνδρὶ πονηρῷ συνεζευγμένη, μιαρῷ, δραπέτῃ, αὕτη, πολλὰ τοῦ ἀνδρὸς ἡμαρτηκότος, καὶ μέλλοντος ἀπεμπολεῖσθαι παρὰ τῆς δεσποίνης· καὶ γὰρ μείζονα συγγνώμης ἦν τὰ ἁμαρτήματα, καὶ χήρα ἦν ἡ γυνὴ, καὶ κολάζειν αὐτὸν λυμαινόμενον αὐτῆς τὴν οἰκίαν οὐκ ἴσχυεν, ἀλλ' ἔγνω ἀποδόσθαι· εἶτα ἀνόσιον εἶναι νομίζουσα ἡ δέσποινα διασπάσαι τῆς γυναικὸς τὸν ἄνδρα, κατεδέξατο καὶ χρησίμην οὖσαν τὴν κόρην, ὑπὲρ τῆς ἀπαλλαγῆς τῆς ἐκείνου συναπεμπολῆσαι καὶ τὴν γυναῖκα. Ὁρῶσα τοίνυν ἡ κόρη ἑαυτὴν ἐν τοῖς ἀπόροις οὖσαν,