1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

20

μάθοι, ἀπό τε τῶν πρώτων, ἀπό τε τῶν μετὰ ταῦτα· καθάπερ Ἑλισσαῖος περὶ τῆς γυναικὸς ἠγνόησε· καθάπερ Ἠλίας ἔλεγε πρὸς τὸν Θεόν· Ἐγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. ∆ιὰ τοῦτο ἤκουε παρὰ τοῦ Θεοῦ, ὅτι Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας. Καθάπερ ὁ Σαμουὴλ πάλιν, ἡνίκα ἀπεστάλη χρῖσαι τὸν ∆αυΐδ· Εἶπε, φησὶ, Κύριος πρὸς αὐτόν· Μὴ πρόσχες εἰς τὴν ὄψιν αὐτοῦ, μηδὲ εἰς τὴν ἕξιν τοῦ μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἄνθρωπος ὄψεται ὁ Θεός· ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Τοῦτο δὲ γίνεται κατὰ πολλὴν τοῦ Θεοῦ κηδεμονίαν. Πῶς 62.416 καὶ τίνι τρόπῳ; Αὐτῶν τε ἕνεκεν τῶν ἁγίων, καὶ τῶν πιστευόντων αὐτοῖς. Καθάπερ γὰρ καὶ διωγμοὺς συγχωρεῖ γίνεσθαι, οὕτως αὐτοὺς συγχωρεῖ πολλὰ καὶ ἀγνοεῖν, ἵνα καταστέλλωνται. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ πάλιν, ἵνα καὶ οἱ ἄλλοι μὴ μεγάλα περὶ αὐτὸν φαντάζωνται. Εἰ γὰρ ἀπὸ σημείων θεοὺς αὐτοὺς εἶναι ἐνόμισαν, πολλῷ μᾶλλον, εἰ διαπαντὸς ἐπέμενον τὰ πάντα εἰδότες. Καὶ τοῦτο καὶ αὐτὸς πάλιν φησίν· Ἵνα μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ πάλιν ἄκουε τοῦ Πέτρου λέγοντος, ἡνίκα τὸν χωλὸν ἐθεράπευσε· Τί ἡμῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ τοῦτο πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Εἰ δὲ καὶ αὐτῶν τοῦτο λεγόντων καὶ ποιούντων, ὅμως καὶ ἀπὸ τῶν ὀλίγων καὶ μικρῶν οὕτως ἐτίκτοντο ὑπόνοιαι πονηραὶ, πολλῷ μᾶλλον ἀπὸ τῶν μεγάλων. Καὶ δι' ἕτερον δὲ ταῦτα συνεχωρεῖτο. Ἵνα γὰρ μή τις ἔχῃ λέγειν, ὅτι οὐχὶ ἄνθρωποι ὄντες κατώρθωσαν ἅπερ κατώρθωσαν, καὶ οὕτω πάντες ὕπτιοι γίνωνται, διὰ τοῦτο δείκνυσι καὶ αὐτοὺς ὄντας ἐν ἀσθενείᾳ, ἵνα τῶν ἀγνωμονεῖν βουλομένων πᾶσαν ἐγκόψῃ ἀναισχυντίας πρόφασιν. ∆ιὰ τοῦτο ἀγνοεῖ, διὰ τοῦτο καὶ πολλάκις προθέμενος οὐκ ἔρχεται, ἵνα μάθωσιν ὅτι πολλὰ οὐκ οἶδε. Πολὺ οὖν ἐκ τούτου τὸ κέρδος ἦν. Ἦ γὰρ ἂν ἦσαν ἔτι καὶ οὕτω λέγοντές τινες, ὅτι Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη, καὶ ἄλλοι τινὲς, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα. Εἰ μὴ ταῦτα ἐγένοντο, τί οὐκ ἂν ἐνόμισαν; Ἐνταῦθα δὲ δοκεῖ μέντοι εἶναι αὐτῶν κατηγορία· τῷ δὲ ἀκριβῶς σκοποῦντι καὶ πολὺ τὸ θαῦμα αὐτῶν ἐμφαίνει, καὶ τῶν πειρασμῶν ἡ ὑπερβολὴ δείκνυται. Πῶς, πρόσεχε. Εἰ γὰρ προεῖπες αὐτοῖς ὅτι, Εἰς τοῦτο κείμεθα, καὶ Μηδεὶς θορυβείσθω, τί πάλιν πέμπεις τὸν Τιμόθεον, ὥσπερ δεδοικὼς μή τι γένηται ὧν οὐ βούλει; Τοῦτο μὲν οὖν ἀπὸ πολλῆς ἀγάπης ποιεῖ· οἱ γὰρ φιλοῦντες καὶ τὰ ἀσφαλῆ ὑποπτεύουσιν ἀπὸ τῆς πολλῆς θερμότητος· τοῦτο δὲ ἀπὸ τῶν πολλῶν πειρασμῶν. Εἶπον μὲν γὰρ, ὅτι Εἰς τοῦτο κείμεθα· ἡ δὲ ὑπερ 62.417 βολὴ τῶν κακῶν ἐφόβησέ με. ∆ιὸ οὐκ εἶπεν, ὅτι Καταγνοὺς ὑμῶν ἀποστέλλω, ἀλλὰ, Μηκέτι στέγων· ὃ μᾶλλον φιλίας ἦν. Τί ἐστι, Μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων; Ὁρᾷς ὅτι τὸ ἐν ταῖς θλίψεσι σαλεύεσθαι διαβολικόν ἐστι, καὶ τῆς ἐκείνου παρατροπῆς; Ὅταν γὰρ ἡμᾶς αὐτοὺς μὴ δυνηθῇ, ἑτέρως δι' ἡμῶν τοὺς ἀσθενεστέρους παρασαλεύει· ὅπερ ὑπερβαλλούσης ἀσθενείας ἐστὶ, καὶ οὐδεμίαν ἐχούσης ἀπολογίαν· καθάπερ ἐπὶ τοῦ Ἰὼβ πεποίηκε, τὴν γυναῖκα διεγείρας· Εἰπέ τι ῥῆμα, φησὶ, πρὸς Κύριον, καὶ τελεύτα. Ἴδε πῶς αὐτὴν ἐπείρασε. ∆ιὰ τί δὲ μὴ εἶπεν, ἐσάλευσεν, ἀλλ', Ἐπείρασεν; Ὅτι τοσοῦτον, φησὶν, ὑπώπτευσα μόνον, ὅσον πειρασθῆναι ὑμᾶς· οὐ γὰρ δὴ τὴν πεῖραν αὐτοῦ σάλον καλεῖ. Ὁ γὰρ δεχόμενος αὐτοῦ τὴν προσβολὴν, ἐσαλεύθη. Βαβαὶ! πόση φιλοστοργία τοῦ Παύλου· οὐκ ἔμελεν αὐτῷ τῶν θλίψεων οὐδὲ τῶν ἐπιβουλῶν. Οἶμαι γὰρ αὐτὸν ἐκεῖ τότε μεμενηκέναι· καθάπερ φησὶν ὁ Λουκᾶς, ὅτι ἐν τῇ Ἑλλάδι ἔμεινε τρίμηνον, γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων. βʹ. Οὐκ ἔμελεν οὖν αὐτῷ τῶν κινδύνων, ἀλλὰ τῶν μαθητευομένων. Ὁρᾷς ὅτι πάντα φυσικὸν πατέρα παρεληλύθει; Ἡμεῖς μὲν γὰρ ἐν ταῖς θλίψεσι καὶ τοῖς κινδύνοις