1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

51

τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ιʹ.

Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν

αὐτοῖς. αʹ. Πολλὰς ἀνάγκη τὸν ἄρχοντα μικροψυχιῶν ἀφορμὰς ἔχειν· καὶ καθάπερ ἰατρῶν παῖδες πολλὰ λυπεῖν ἀναγκάζονται τοὺς κάμνοντας, καὶ σιτία καὶ φάρμακα κατασκευάζοντες, ἡδονὴν μὲν οὐκ ἔχοντα, πολλὴν δὲ τὴν ὠφέλειαν· καὶ καθάπερ πατέρες πολλαχοῦ τοῖς υἱοῖς εἰσι φορτικοί· οὕτω καὶ οἱ διδάσκαλοι, καὶ πολλῷ μᾶλλον. Ὁ μὲν γὰρ ἰατρὸς κἂν πρὸς τὸν κάμνοντα ἀπεχθάνηται, ἀλλὰ πρὸς τοὺς προσήκοντας αὐτῷ καὶ ἐπιτηδείους ἔχει ἡδέως, καὶ πρὸς αὐτὸν δὲ πολλάκις τὸν κάμνοντα· καὶ ὁ πατὴρ δὲ ἀπό τε τῶν τῆς φύσεως, ἀπό τε τῶν νόμων τῶν ἔξωθεν μετὰ πολλῆς τῆς εὐκολίας κέχρηται τῇ κατὰ τοῦ παιδὸς ἀρχῇ· κἂν ἄκοντα παιδεύσῃ καὶ ἐπιπλήξῃ, οὐδεὶς ὁ κωλύσων, ἀλλ' οὐδὲ αὐτὸς ἐκεῖνος ἀντιβλέψαι δυνήσεται· ἐπὶ δὲ τοῦ ἱερέως πολλὴ ἡ δυσκολία. Πρῶτον μὲν οὖν ἑκόντων ἄρχειν ὀφείλει, καὶ χάριν αὐτῷ τῆς ἀρχῆς εἰδότων· τοῦτο δὲ οὐκ ἔνι συμβαίνειν ταχέως. Ὁ γὰρ ἐλεγχόμενος καὶ ἐπιτιμώμενος, οἷος ἂν ᾖ, πάντως τὴν χάριν ἀφεὶς, ἀπεχθῶς ἔχει· ὡσαύτως καὶ ὁ παραινούμενος, καὶ ὁ νουθετούμενος, καὶ ὁ παρακαλούμενος ποιήσει. Ἂν εἴπω τοίνυν· Χρήματα κένωσον εἰς τοὺς δεομένους, ἐπαχθὲς εἶπόν τι καὶ φορτικόν· ἂν εἴπω· Κόλασον τὴν ὀργὴν, σβέσον τὸν θυμὸν, παῦσον τὴν ἄτοπον ἐπιθυμίαν, ὑπότεμε τῆς τρυφῆς μέρος μικρὸν, πάντα φορτικὰ καὶ ἐπαχθῆ. Κἂν κολάσω ῥᾳθυμοῦντα, ἢ τῆς ἐκκλησίας ἀπαγάγω, ἢ τῆς κοινῆς εὐχῆς ἀπείρξω, ἀλγεῖ, οὐ διὰ τὸ τούτων ἐκπεσεῖν, ἀλλὰ διὰ τὴν κοινὴν αἰσχύνην. Καὶ τοῦτο γὰρ τῆς νόσου ἐπίτασις, ὅτι τῶν πνευματικῶν κωλυόμενοι, οὐ διὰ τὴν στέρησιν τῶν τοσούτων ἀγαθῶν ἀλγοῦμεν, ἀλλὰ διὰ τὴν τῶν ὁρώντων αἰσχύνην· οὐ φρίττομεν, οὐ δεδοίκαμεν τὸ πρᾶγμα. ∆ιὰ τοῦτο ἄνω καὶ κάτω Παῦλος περὶ τούτων πολλὰ διαλέγεται. Καὶ ὁ μὲν Χριστὸς αὐτοὺς μετὰ τοσαύτης ὑπέταξε τῆς ἀνάγκης, ὡς εἰπεῖν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν τηρεῖν, τηρεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Καὶ πάλιν, ἡνίκα τὸν λεπρὸν ἐθεράπευσεν, ἔλεγεν· Ὕπαγε, δεῖξον σαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκαι τὸ δῶρόν σου, ὃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. Καὶ μὴν σὺ λέγεις· Ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. ∆ιὰ τοῦτο εἶπον, φησὶν, Ἃ ποιοῦσι, μὴ ποιεῖτε. Πᾶσαν τοίνυν ἐξέκλεισε πρόφασιν τῷ ἀρχομένῳ ὁ Χριστός. Οὗτος δὲ καὶ Τιμοθέῳ γράφων ἔλεγεν· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν. Καὶ πρὸς Ἑβραίους δὲ γράφων ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· καὶ ἐνταῦθα πάλιν· Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ. Ἐπειδὴ γὰρ εἶπεν· Οἰκοδομεῖτε εἷς τὸν ἕνα, ἵνα μὴ νομίσωσιν, ὅτι εἰς τὸ τῶν διδασκάλων ἀξίωμα αὐτοὺς ἀνήγαγε, τοῦτο ἐπήγαγε, μονονουχὶ λέγων, ὅτι Καὶ ὑμῖν ἐπέτρεψα οἰκοδομεῖν ἀλλήλους· οὐ γὰρ δυνατὸν πάντα τὸν δι 62.456 δάσκαλον εἰπεῖν. Τοὺς κοπιῶντας, φησὶν, ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ