1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

17

καταξαίνων, καὶ θῦσαι καταναγκάζων· ἀλλ' ἐφέστηκεν ἐπιθυμία σφοδρὰ χρημάτων καὶ πλεονεξίας, ἐξορύττουσα τοὺς ὀφθαλμοὺς ἡμῖν. Οὐδεὶς στρατιώτης πυρὰν ἡμῖν ἀνῆψεν, οὐδὲ ἔθηκεν ἐπὶ κρατίκλης· ἀλλ' ὁ τῶν σωμάτων φλογμὸς μᾶλλον ἐκείνων ἐξάπτει τὴν ψυχήν. Οὐ πάρεστι βασιλεὺς μυρία ἐπαγγελλόμενος ἀγαθὰ καὶ δυσωπῶν· ἀλλὰ πάρεστιν ἡ δοξομανία χεῖρον ἐκείνου γαργαλίζουσα. Μέγας πόλεμος ὄντως, καὶ πολὺ μέγας, ἂν ἐθέλωμεν νήφειν· ἔχει στεφάνους καὶ ὁ παρὼν καιρός· ἄκουε Παύλου λέγοντος· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ὅταν ἀπολέσῃς παιδίον ἀγαπητὸν μονογενὲς, ἐν πλούτῳ πολλῷ τρεφόμενον, ἐλπίδας ὑποφαῖνον χρηστὰς, αὐτό σοι μέλλον μόνον διαδέχεσθαι τὸν κλῆρον, μὴ στενάξῃς, ἀλλ' εὐχαρίστησον τῷ Θεῷ, καὶ δόξαζε τὸν εἰληφότα, καὶ οὐδὲν ἔσῃ τοῦ Ἀβραὰμ κατὰ τοῦτο χείρων. Καθάπερ γὰρ ἐκεῖνος τῷ Θεῷ ἔδωκε κελεύσαντι, οὕτω σὺ λαβόντος αὐτοῦ οὐκ ἐστέναξας. Νόσῳ περιέπεσες χαλεπῇ, καὶ πολλοὶ παραγίνονται ἀναγκάζοντες, οἱ μὲν ἐπῳδαῖς, οἱ δὲ περιάμμασιν, οἱ δὲ ἑτέροις τισὶ παραμυθήσασθαι τὸ κακόν; διὰ τὸν τοῦ Θεοῦ φόβον ἤνεγκας γενναίως καὶ ἀκλινῶς, καὶ πάντα ἂν εἵλου παθεῖν ἢ ὑποστῆναί τι τῶν εἰδωλικῶν πρᾶξαι; τοῦτό σοι μαρτυρίου στέφανον φέρει. Καὶ μὴ ἀμφίβαλλε. Καὶ πῶς καὶ τίνι τρόπῳ; ἐγὼ λέγω. Ὅτι καθάπερ ἐκεῖνος τὰς ἀπὸ τῶν βασάνων ὀδύνας φέρει γενναίως, ὥστε μὴ προσκυνῆσαι τὸ εἴδωλον, οὕτω καὶ σὺ τὰς ἀπὸ τῆς νόσου φέρεις 62.413 ἀλγηδόνας, ὥστε μηδενὸς δεηθῆναι τῶν παρ' ἐκείνου, μηδὲ πρᾶξαι ἅπερ ἐπιτάττει. Ἀλλὰ σφοδρότεραι ἐκεῖναι; Ἀλλ' αὗται μακρότεραι, ὥστε εἰς ἴσον καταλήγει. Πολλάκις δὲ καὶ σφοδρότεραι. Τί γὰρ, εἰπέ μοι, ὅταν καύσων ἔνδον ἐνοχλῇ καὶ φλέγῃ, καὶ τῶν ἄλλων παραινούντων ἀποσείσῃ τὴν ἐπῳδὴν, οὐχὶ μαρτυρίου στέφανον ἀνεδήσω; Πάλιν ἀπώλεσέ τις χρήματα; πολλοὶ οἱ παραινοῦντες πρὸς μάντεις ἀπελθεῖν· σὺ δὲ τὸν τοῦ Θεοῦ φόβον, ἐπειδὴ κεκώλυται, εἵλου μᾶλλον μὴ λαβεῖν τὰ χρήματα, ἢ παρακοῦσαι τοῦ Θεοῦ; ἴσον ἔχεις τὸν μισθὸν τῷ εἰς πένητας αὐτὰ δεδωκότι· ἂν ἀπολέσας εὐχαριστήσῃς, καὶ δυνάμενος πρὸς μάντεις ἀπελθεῖν, ἀνάσχῃ μὴ λαβεῖν αὐτὰ μᾶλλον, ἢ οὕτω λαβεῖν, ἴσον ἔχεις εἰς κέρδος τῷ διὰ τὸν Θεὸν κενώσαντι ταῦτα. Καθάπερ γὰρ ἐκεῖνος διὰ τὸν τοῦ Θεοῦ φόβον εἰς τοὺς δεομένους ἐκένωσεν, οὕτω καὶ σὺ διὰ τὸν τοῦ Θεοῦ φόβον, ἁρπασάντων ἐκείνων, οὐκ ἀνέλαβες. Ἡμεῖς κύριοι καὶ τοῦ ἀδικεῖν ἑαυτοὺς, καὶ τοῦ μή· ἕτερος δὲ οὐδείς. Καὶ, εἰ βούλεσθε, ἐπ' αὐτῆς τῆς κλοπῆς τὸ πρᾶγμα γυμνάσωμεν. ∆ιέτεμε τὸν τοῖχον ὁ κλέπτης, εἰσεπήδησεν εἰς τὸν θάλαμον, ἐξεφόρησε χρυσία πολυτίμητα καὶ λίθους τιμίους, ἁπλῶς θησαυρὸν ὁλόκληρον ἐξέβαλε, καὶ οὐχ ἑάλω. Τὸ μὲν γενόμενον βαρὺ, καὶ δοκεῖ ζημία τὸ πρᾶγμα εἶναι, οὐκ ἔστι δὲ οὐδέπω, ἀλλ' ἐν σοὶ κεῖται ἢ ζημίαν αὐτὸ ποιῆσαι, ἢ κέρδος. Καὶ πῶς ἂν γένοιτο τοῦτο κέρδος; φησίν. Ἐγὼ τοῦτο ἀποδεῖξαι πειράσομαι πῶς. Σοῦ βουλομένου, κέρδος ἔσται μέγα· μὴ βουληθέντος δὲ, χαλεπωτέρα τῆς γενομένης ζημία. Καθάπερ γὰρ ἐπὶ τῶν τεχνιτῶν ὕλης ὑποκειμένης, ὁ μὲν ἔμπειρος τῆς τέχνης εἰς δέον αὐτῇ κέχρηται, ὁ δὲ ἄπειρος ἠφάνισε, καὶ ἐποίησεν αὐτῷ ζημίαν· οὕτω καὶ ἐπὶ τῶν πραγμάτων. Πῶς οὖν ἔσται κέρδος; Ἂν εὐχαριστήσῃς τῷ Θεῷ, ἂν μὴ κωκύῃς ὀξὺ, ἂν τὰ τοῦ Ἰὼβ εἴπῃς ῥήματα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Τί λέγεις, Ὁ Κύριος ἀφείλετο; Ὁ κλέπτης ἀφείλετο, καὶ πῶς δυνήσῃ, φησὶν, εἰπεῖν, Ὁ Κύριος ἀφείλετο; Μὴ θαυμάσῃς· καὶ γὰρ καὶ ὁ Ἰὼβ, ἃ ὁ διάβολος ἀφείλετο, ταῦτα, ἔφησεν, Ὁ Κύριος ἀφείλετο. Εἰ δὲ ἐκεῖνος οὕτως ἐθάῤῥησεν εἰπεῖν, πῶς ἃ ὁ κλέπτης ἔλαβεν, οὐκ ἐρεῖς σὺ, ὅτι ὁ Κύριος ἀφείλετο; Τίνα θαυμάζεις, εἰπέ μοι, τὸν τὰ αὐτοῦ κενώσαντα εἰς πένητας, ἢ τὸν Ἰὼβ ἐπὶ τῶν ῥημάτων τούτων; ἆρα