1
De trinitate 3
39.773.40 ΚΕΦ. Αʹ.Ψυχὴ καθ' αὑτὴν ἐν τῷ νοητῷ ἀπαθὴς ὑπάρχουσα, τοῦ παθαίνεσθαί ποτε αἰτίαν ἔχει τὸ σώματι συνεῖναι, καὶ τὴν ἰδίαν αὐτῆς προαίρεσιν, ἤτουν τῆς γνώσεως τὴν ἔφεσιν. Τὸ μὲν γὰρ σῶμα ἐναποκεκλεισμένην ἔχον αὐτὴν ἐν ἑαυτῷ, ὡς ἐν τυφλῷ φρουρίῳ, διὰ τῶν ὑλικῶν παθῶν ἀποῤῥηγνύει τῆς τοῦ Θεοῦ ὁμι 39.776 λίας, καὶ καταφέρει πρὸς γῆν καὶ τὰ γῆς, οἶμαι, φροντίσματα· καὶ οὕτω κατακρατεῖν ἐπιχειρεῖ τῆς φύσει κρείττονος, καὶ τοσούτῳ κρείττονος, ὅσον τὸ ἀθάνατον τοῦ θνητοῦ. Ἡ δέ γε τῆς ἰδίας αὐτῆς προαιρέσεως, ἢ γνώσεως πάλιν ἐπιθυμία, ἕλκει μὲν εἰς τὸ θέλειν εἰδέναι τι αὐτὴν, καὶ ἐπὶ τοῦτο πορεύεται, μὴ ἔχουσα δὲ ὀρθὸν τῆς πορείας ἀγωγὸν, ἢ κακῶν χρησαμένη ὁμιλίαις ἀνθρώπων, πλανᾶται καὶ ἀπορεῖ, καὶ τέλος, ἐφ' ἣν τύχοι προσορμήσασα δόξαν, ἀμαθῶς ταύτην ἀνείλετο· καὶ οὕτω δὴ γέγονεν οἰκτίστη τε καὶ ἀθλία, ἐν γνώσεως ἀγαθῆς ὑποψίᾳ καὶ δόξῃ θηρασαμένη κακόνοιαν. Ὅτι γὰρ πάντες ἄνθρωποι κατὰ φύσιν τοῦ γινώσκειν ὀρεγόμεθα, δηλοῖ τοῦτο, ὥς φησιν Ἀριστοτέλης, καὶ ἡ τῶν αἰσθήσεων ἐπιθυμία, πέρα τῆς χρείας ἡμᾶς ἐφ' ἑαυτὴν παραπέμπουσα. Ὁρᾷν γοῦν, ἢ ποιεῖν ἔσθ' ὅτε ἐπιθυμοῦμεν, κἂν μὴ πάνυ ἀναγκαῖον, ἀλλὰ καὶ ἐπιβλαβὲς τὸ ὁρώμενον, ἢ πραττόμενον ᾖ. Ὅτι δὲ ταῦτα οὕτως ἄντικρυς εἴρηται, τῶν θείων Γραφείων διασαφοῦσιν οἱ ἀξιώσαντες εἰπεῖν τοιῶσδε· Ἰάκωβος ὁ τῆς εὐκλεοῦς μνήμης· «Οὐκ ἔστιν ἡ σοφία αὕτη ἄνωθεν κατερχομένη, ἀλλ' ἐπίγειος, ψυχικὴ, δαιμονιώδης.» Ἐπιφέρει τε· «Ἡ γὰρ ἄνωθεν σοφία, πρῶτον μὲν ἁγνή ἐστιν, εἰρηνικὴ, ἐπιεικὴς, εὐπειθὴς, μεστὴ ἐλέους καὶ καρπῶν ἔργων ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος.» Καὶ ἔτι διψύχους προσαγορεύει τοὺς ἀγελαίους, καὶ οὐ καθαρὰν γνῶσιν καὶ σταθερὰν ψυχῆς προαίρεσιν ἔχοντας τῶν ἀνθρώπων, φάσκων τοιάδε· «Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.» Ἀλλὰ καὶ πρὸς τοὺς μισοπόνηρον ζῆλον ψυχῆς ἔχοντας, καὶ νικηφόρους ὄντας ἀρετῆς, οὓς οὐ διαφεύγει τῶν τιμίων οὐδὲ ἓν, διαλέγεται, ὥστε εἵργειν τῶν μὴ τοιούτων ἀνθρώπων τὸ ἀκόλαστον, καὶ μεταδιδόναι καὶ ἄλλοις, ὧν αὐτοὶ ἔχουσιν ἀγαθῶν, ῥήμασιν αὐτοῖς· «Ἀδελφοὶ, ἐάν τις παρ' ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτὸν, γινωσκέτω, ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.» 39.777 Οὐδὲν δὲ ἧττον καὶ Πέτρος διδάσκων, πόθεν ἀπαθὴς τυγχάνουσα ψυχὴ, παθῶν ἀνάπλεώς ποτε γίνεται, ἐπιστρέφων δὲ εἰς τὸ μνημονεύειν τῆς ἀποβιώσεως ἡμῶν, ἔγραφεν· «Ἀπέχεσθε ἀπὸ τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς.» Καὶ Σολομὼν δὲ ὁ τοῦ ∆αυΐδ φησιν· «Ὥσπερ οὐχ ὅμοια πρόσωπα ἀνθρώπων, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων ταῖς καρδίαις ὅμοιαι.» Ὕπεισι δέ με καὶ ἐκ τῶν τοῦ μεγάλου ἀθληφόρου Παύλου, ἅπερ τοιῷδε τρόπῳ ἀνείρηκεν· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν·» καὶ πάλιν· «Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.» Ἀλλ' ὅπερ μὲν ἔλεγον, ἡ προαίρεσις αὕτη καὶ τὸ σῶμα πολλάκις καθέλκειν ἐπὶ τὰ πάθη πέφυκε τὴν ψυχήν· ποτὲ δὲ καὶ συνεισφέρει, αὐτῇ φημι τῇ ψυχῇ, ἀγαθὰ οὐκ ὀλίγα· τὸ μὲν σῶμα, τὴν τῶν αἰσθητῶν γνῶσιν καὶ τὴν ἄλλην ὑπηρεσίαν· ἡ δὲ προαίρεσις αὐτῆς, τὴν ἀπὸ τῆς εὐβουλίας καὶ ὀρθοδοξίας μακαριότητα· ὥσπερ πάλιν ἡ ψυχὴ, ὅταν εὖ ζῇ μετὰ σώματος, καὶ κατακρατῇ, καὶ πρὸς Θεὸν ἐπιστρέφηται, καὶ τῶν αὐτοῦ πληροῦται νοήσεων, πλείονα καὶ σεμνότερα δίδωσιν. Τὸ μὲν γὰρ γήινον, ἀπαθὲς οἷον ἀποφαίνειν σπουδάζει, κοσμοῦσα αὐτὸ ἱδρῶτι, καὶ καρτερίᾳ, καὶ πᾶσιν τοῖς ἐξ ἀρετῆς πόνοις, καὶ διακυβερνῶσα, καὶ διὰ τῆς