1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

34

τοῦ σώματος φθαρτικὰ, οὐ μὴν τὰ λογισμῶν ἐρημίᾳ τῶν χρησίμων ἡμῖν ἐπιγιγνόμενα· περὶ δὲ τὴν ψυχὴν καταλαμβάνονται αἱ ὑπὲρ τῶν παθῶν φροντίδες. ∆ιὸ καὶ οἱ ἔξω παραγγέλλουσι περὶ τῆς ἐμπλήκτου ἀνοίας· Φεῦγε τάχος χθονίων παθέων ἄπο, τηλόσε φεῦγε, Ψυχῆς ὄμμα φέριστον ἔχων, καὶ ἀκλινέας αὐγάς. Σώματος ὡς ἀνέχοιτο μέγα βρίθοντα χαλινὰ, Ἐκ καθαρῆς ψυχῆς τε καὶ αἰθερίης πατρὸς αἴγλης. Ἐπισκοπούμενοι τοίνυν οὐχ ἥκιστα καὶ τὰ ἄλλα γραφικὰ, τὰ μακρὰν ἀπέχοντα τῶν αἱρετικῶν κακονοιῶν, ὡς ἤδη μοι εἴρηται, μαθησόμεθα, ὅτι οὐ δείδιεν ὁ τροπῆς καὶ πάθους παντὸς ἀμέτοχος Θεὸς, ὁ ἑκοντὶ, κατὰ τὸν Ἀπόστολον Γαλάταις γράφοντα, «Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ ἐξουσίας, καὶ δοὺς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ·» ὁ ἐπιπλήξας Πέτρῳ δυσχεράναντι, ἡνίκα προέλεγε δεῖν σταυρωθῆναι αὐτὸν, καὶ ἀποθανεῖν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι· ὁ ἐθελοντὴς ἐπὶ τὸν σταυρὸν ἀνελθὼν, καὶ ἠγαλλιωμένος ὡς γίγας δραμεῖν ὁδόν· ὁ τῷ ζωοποιῷ αὐτοῦ θανάτῳ τὸν θάνατον θανατώσας καὶ πάντας ἐκ θανάτου λυτρούμενος· οὗ ἡ αὐτεξούσιος ἐνέργεια καὶ ἄλλο πλῆθος θανάτῳ χρόνιον ἅμα αὐτῷ συνανέστησεν, καὶ ὅλῃ τῇ ἀνθρωπείᾳ φύσει ἀναστάσεως ἐλπίδα ἐδωρήσατο· ὁ πᾶσιν ἄφοβον κατασκευάσας τὸν ὑπὲρ αὐτοῦ θάνατον, καὶ πόθον τὸ 39.905 πάθος ἀναδείξας, καὶ ποιήσας μὴ φεύγειν καλὴν τελευτὴν διὰ τὸν φόβον, ἀλλὰ καταστέλλειν τῷ τοῦ Θεοῦ θελήματι, ὡς τοὺς πιστῶς αὐτῷ προσανέχοντας, ἀλύπως καὶ ἀταράχως παθήματα καὶ θάνατον δι' αὐτὸν ὑποδέχεσθαι, σὺν Παύλῳ βοῶντας· «Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.» Θνητὸν μὲν γὰρ δὴ διὰ σὲ θάνατον, κἂν ἀρετῇ βίου πεποιθὼς ᾖ, εἰκός ἐστιν· τὸν δὲ ἀθάνατον Θεὸν ἀθανασίαν ἀποβαλεῖν καὶ δειλίαν ἀναλαβεῖν, ἀδύνατον. Ἀλλὰ καὶ θανάτου, ὡς οἶδεν καὶ ἠθέλησεν, ἐγεύσατο σαρκὶ, καὶ ἀθάνατος διέμεινε, ζωὰς καὶ τότε πᾶσιν χορηγῶν. Ἐπείτοιγε καὶ ἀδυναμία μερικῶς περιάπτεται τῷ Πατρὶ διὰ τὸ, «Εἰ δυνατόν·» καὶ δειλία ἡ οὐκ οὖσα κατηγορεῖται τοῦ Υἱοῦ διὰ τὸ, «παρελθέτω·» καὶ ἀπροαίρετος ἀναφαίνεται ἡ εἰς τὸν σταυρὸν φιλάνθρωπος καὶ αὐτοπροαίρετος ἄνοδος, καὶ ἀνόρμητος αὐτοῦ ἡ εἰς ᾅδου κρατερὰ καὶ ἐμβριθὴς κάθοδος, καὶ ψευδὴς εὑρίσκεται ὅ τε Ἰωάννης λέγων· «Ζωή ἐστιν·» καὶ, «Οὓς θέλει, ζωοποιεῖ·» ὅ τε Παῦλος κηρύττων· «Ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών·» καὶ, «Ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ·» τοῦτ' ἔστιν, ἀνασχόμενος ἕως σταυροῦ· οὐ γὰρ ἁπλῶς ἔφη, μέχρι θανάτου· ὅ τε Κύριος εἰπών· «Ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις·» καὶ, «Ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτήν. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.» Καὶ ὑπὲρ τίνος λοιπὸν εὐχαριστῶμεν, ὡς κηδεμόνι καὶ τὸ πρῶτον καὶ μόνον κῦρος ἔχοντι, τῷ ἀπροθύμως καὶ ἔκ τινος βίας, ὡς οἱ ἀπ' ἄλλου διοικούμενοι, ὑπὲρ ἡμῶν παθόντι; ἢ ἀνθ' ὅτου τὸ τριπόθητον καὶ προμηθέστατον Πάσχα ἑκάστου ἔτους, ἡμέρας μὲν οὖν, μᾶλλον δὲ καὶ ὥρας ἑκάστης τῇ πίστει ἐπιτελοῦμεν ἔμφοβοι, μετέχοντες τοῦ σώματος καὶ τοῦ αἵματος αὐτοῦ; Ἴσασιν δὲ οἱ τοῦ ἀκροτάτου καὶ διαιωνίου μυστηρίου καταξιωθέντες, ὃ λέγω· τὸ γὰρ σέβας καὶ ἡ εὐχαριστία ὀφείλεται τῷ οἰκείᾳ γνώμῃ καὶ ἀμεταμελήτως ἴδιόν τι ἀγαθὸν παρασχομένῳ. 39.908 Εἴποι ἄν τις, ὡς ἐλεῶν ἐκείνους, περὶ ὧν ἔφη, «Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν,» εἶπεν καὶ τὸ, «Παρελθέτω τὸ ποτήριον τοῦτο·» ἀπ' αὐτῶν, φησὶν, ἵνα μὴ τηλικοῦτον καθ' ἑαυτῶν εἰς ἐμὲ δυσσεβήσωσιν. Καὶ οὕτω δὲ νοῆσαι τὸ, «Παρελθέτω τὸ ποτήριον τοῦτο,» οὐκ ἔξω ἀληθείας ἐστίν. Ἐπειδὴ ἑώρα τὸν διάβολον, φρίττοντα μὲν καὶ ἀποφεύγοντα, ἡνίκα ἑαυτὸν ὁ Σωτὴρ Θεὸν διὰ τῶν θαυμάτων ἐπεδείκνυεν· προσερχόμενον δὲ, ὅτε ἀνθρωπότητος ἴδια ἐφθέγγετο· τὴν παροῦσαν αὐτῷ δειλίαν θανάτου ὑπέφηνεν «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν,» ἵνα καθὰ