1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

11

τοιῶσδε μέμνηται ταύτης· «Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς φρονήσεως;» καὶ ἑτέρωθι· «Σοφία τοῦ πένητος ἐξουθενουμένη·» καὶ, «Οὗτος τῆς σοφίας ἐστὶ διορθωτής.» Τινὲς δὲ τὸν γενεσιουργὸν ἐνόησαν ἐκ προσώπου τῆς κτιστῆς εἰρηκέναι σοφίας τὸ, «Κύριος ἔκτισέ με.» Πολλάκις γὰρ κτισμάτων πρόσωπον ὁ πάντων ὑποστάτης καὶ Σωτὴρ ἀναλαμβάνων διαλέγεται· ὡς ὅταν ἐκ προσώπου τῆς ποτε διωχθείσης Ἐκκλησίας παρὰ Παύλου φάσκει· «Σαοὺλ, Σαοὺλ, τί με διώκεις;» καὶ τοῖς εὖ ποιήσασιν· «Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με·» καὶ ὅσα τοιαῦτα. Ἰδίᾳ γὰρ ἐκλάμπων φιλανθρωπίᾳ, καὶ ὅλος ὢν ἀγαθότης, καὶ ὡς ὁ ἀπόστολος Ἰούδας ἔφη, μόνος ∆εσπότης, φείδεται πάντων, καὶ ἰδιοποιεῖται τὰ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ ἁμαρτήματα. Καὶ μέντοι καὶ ἕτερα ἀνθρωπολογηθέντα περὶ τοῦ ἀνεφίκτου θείου εὑρήσομεν· ὡς ὅταν παραβολικῶς γράφει· «Ἄνθρωπός τις ἦν οἰκοδεσπότης·» καὶ πάλιν· «Ἄνθρωπός τις ἦν ἔχων ἀμπελῶνα·» καὶ ὡς ὅταν τὴν οὐράνιον βασιλείαν κόκκῳ σινάπεως καὶ σπόρῳ παρεικάζει. Εἰ δὲ καὶ συγχωρητέον τὸ μὴ ἐκ προσώπου τῆς ἐν ἡμῖν σοφίας Σολομῶνα γεγραφέναι, ἀλλ' οὖν νοητέον ἐκ προσώπου τῆς σοφῆς καὶ ἀπερινοήτου ἐνανθρωπήσεως, οὐχ ἅπαξ δὲ περὶ τῆς ἀνάρχου καὶ ἀθεωρήτου φύσεως τοῦ μονογενοῦς Θεοῦ εἰρηκέναι. Οὐκ αὐτοτελῶς γὰρ ἔφη, «Ἔκτισέ με,» ἀλλ', «εἰς ἔργα αὐτοῦ·» ὡσεὶ ἔλεγεν· Ἔκτισέ με, ὅτε εἰς ἀνθρώπους τὰ ἔργα αὐτοῦ ἐγενόμην, ἢ κατεσκήνωσα σαρκωθεὶς ἐξ αὐτῶν. Ὁ γὰρ ὢν, καὶ προὼν, καὶ μὴ δι' ἑαυτὸν, δι' ἄλλους δὲ γενόμενος, ἐκεῖνο 39.817 πῶς ἔστι νοῆσαι, δι' οὓς καὶ καθ' οὓς ἐγένετο; Ὡς τὸ ἀνάπαλιν ἐκεῖνοι εὑρίσκονται τρόπον τινὰ, ὅ ἐστιν ὁ δι' αὐτοὺς γενόμενος κατ' αὐτούς. Τοιγαροῦν ἐν μορφῇ Θεοῦ ὑπάρχων, μορφὴν ἔλαβε δούλου· ἡμεῖς τε ἐγενόμεθα κατ' εἰκόνα τοῦ κτίσαντος ἡμᾶς, ὡς ἐδίδαξε Παῦλος. Ἢ ἄρα καὶ τῇ «ἔκτισε» λέξει ἐνταῦθα ἀντὶ τοῦ, κατέστησεν, ἢ, κατέταξεν, ἐχρήσατο, ὅτε ὁμοῦ ἐπί τε τῶν χερουβὶμ καὶ ἐν φάτνῃ ἦν, ὡς τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ αἰνιγματωδῶς δηλῶν προεῖπεν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὅρος τὸ ἅγιον αὐτοῦ·» καὶ ὡς ὁ Ὑμνολόγος ψάλλει· «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο·» καίτοι ἀϊδίως προϋπῆρχε βασιλεὺς βασιλευόντων, εὐπρέπειαν ἀκατάληπτον ἔχων. Ὁμοίως οὐκ εἶπεν, ἐν ἀρχῇ, ἢ, πρὸ ἀρχῆς ὁδῶν αὐτοῦ, ἀλλ' «ἀρχὴν ὁδῶν αὐτοῦ.» Ὥστε πάλιν τῆς ἐνανθρωπήσεως αὐτοῦ ἀρχὴν προλέγεσθαι, καὶ οὐ τὴν φύσιν τῆς ἀνάρχου αὐτοῦ θεότητος. Ἀπολεσάντων γὰρ τῶν ἀνθρώπων τὴν ὁδὸν τὴν ἄγουσαν πρὸς Θεὸν, αὐτὸς ἡμῖν ἐν τῇ οἰκονομίᾳ ὁδὸς ἐγένετο πρόσφατος καὶ ζῶσα· καὶ ὃν τρόπον διὰ τὴν ἐν σαρκὶ οἰκονομίαν εἶπεν· «Ἐγώ εἰμι ἡ ὁδός·» καὶ πάλιν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ,» τοῦτ' ἔστι διὰ τῆς εἰς τὴν ἐμὴν ἐνανθρώπησιν πίστεως βαδίσῃ· δι' αὐτὴν ἔφη καὶ τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.» Ἐτέχθη γὰρ, ἐκ μὲν τῆς ὑποστάσεως τοῦ Πατρὸς, ἀνάρχως, ἀφράστως· ἐκ δὲ τῆς ἀμιάντου Παρθένου, τῷ μὲν προειδέναι πάντα ὡς Θεὸς, καὶ τῷ προορίσαι τὴν οἰκονομίαν, πρὸ τοῦ αἰῶνος καθὰ ἐπιστέλλουσιν, Παῦλος μὲν Κολοσσαεῦσιν· «Τὸ μυστήριον τοῦτο, τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ·» Πέτρος δὲ ἐν τῇ πρώτῃ Ἐπιστολῇ περὶ τοῦ Χριστοῦ· «Προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων τῶν χρόνων», τῷ δὲ πράγματι, ὅτε ἐπέφανεν ἐξ ὕψους τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου ποτὲ καθεσθεῖσιν· ὅτε λίθος παραβολικῶς ὠνομάσθη· ὅτε ἐγένετο ἀρχὴ ὁδῶν καὶ θεμέλιος ἡμῶν· ᾧτινι θεμελίῳ καὶ λίθῳ ἐπιμαρτυροῦσιν οὕτως, Παῦλος μὲν γράφων Κορινθίοις τὸ πρῶτον· «Θεμέλιον γὰρ οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.» Ἀρχὴν δὲ τοῦ καλεῖσθαι Χριστὸς Ἰησοῦς ἐν τῇ ἐνανθρωπήσει ἔλαβεν. Ὅθεν ἐν τῷ Λουκᾷ ὁ ἄγγελος τὴν ὀνομασίαν αὐτοῦ ὡς ἐπὶ μέλλουσιν ποιεῖται,