1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

56

Πνεῦμα, οὐ Θεοῦ ἐκεῖ ἐν ὑμῖν,» οὔτε ἡ Σοφία λέγουσα «Πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην· καὶ τὸ συνέχον τὰ πάντα, γνῶσιν ἔχει φωνῆς.» Οὔτε μὴν ἀτελέστεροι Μοντανοῦ οἱ ἀπόστολοι καὶ οἱ πρὸ αὐτῶν ἅγιοι ἐτύγχανον ὄντες. Ἐπεφάνη δὲ τῇ Πεντηκοστῇ, ἔνθα καὶ ἤδη ἦν τὸ πάντα συνέχον ἅγιον Πνεῦμα, καὶ ἐδέχθη, ὡς ἔχουσιν αἱ Πράξεις οὕτως· «Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοιςἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες, προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσιν Πνεῦμα ἅγιον· οὐδέπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκός· μόνον δὲ βεβαπτισμένα ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.» Καὶ ὃν τρόπον ὁ Υἱὸς ἀεὶ μὲν πανταχοῦ παρῆν, ὅμως δὲ μετὰ τὴν ἐν κόσμῳ ἐπιδημίαν τελείως ἐπεγνώσθη καὶ ἐδοξάσθη οὕτω καὶ τὸ ἅγιον Πνεῦμα ἀεὶ μὲν πάντα ἐπλήρου καὶ συνεῖχεν, μετὰ δὲ τὴν ἐν τῇ Πεντηκοστῇ ἐπιφοίτησιν αὐτοῦ τελειότερον ἐπεγνώσθη καὶ ἐδοξάσθη. Γʹ. Τρίτον ὅτι κατασκευάζοντες δεῖξαι, τόν τε Μοντανὸν ἐσχηκέναι τὸ τέλειον τοῦ Παρακλήτου, τήν τε Πρισκίλλαν καὶ Μαξιμίλλαν προφήτιδας ... ........ἔγραψαν Μοντανῷ. Λέγουσιν, ὅτι ὑμεῖς οὐ πιστεύετε μετὰ τὴν πρώτην ἐπιφάνειαν τοῦ ∆εσπότου εἶναι προφήτας· εἶπεν δὲ, φησὶν, ὁ Σωτήρ· «Ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν.» Λέγει δὲ, οὐχ ὡς ἐκεῖνοι νομίζουσιν, ἀλλὰ τοὺς ἀποστόλους προειπόντας πολλὰ τῶν μελλόντων καὶ τῶν ἐσχάτων καιρῶν, καὶ τῆς ἐν οὐρανοῖς βασιλείας· ἐξ ὧν καὶ ἀπεκτάνθησαν, ὡς Στέφανος καὶ Ἰάκωβος· καὶ ἐσταυρώθησαν, ὡς Πέτρος· καὶ ἐμαστιγώθησαν, ὡς Παῦλος. Ἔσθ' ὅτε δὲ εἶπεν καὶ τοὺς μάρτυρας καὶ τοὺς σοφοὺς ἐπισκοπομάρτυρας. Προφήτιδας δὲ οἶδεν ἡ Γραφὴ τὰς Φιλίππου τέσσαρας θυγατέρας, τὴν ∆εβόῤῥαν, Μαριὰμ τὴν ἀδελφὴν Ἀαρὼν, καὶ τὴν Θεοτόκον Μαριὰμ, εἰποῦσαν, ὡς τὸ Εὐαγγέλιον εἶπεν· «Ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γυναῖκες καὶ αἱ γενεαί·» βίβλους δὲ συνταγείσας ἐξ ὀνόματος αὐτῶν οὐκ οἶδεν· ἀλλὰ καὶ ἐκώλυσεν ὁ Ἀπόστολος, Τιμοθέῳ τὸ πρῶτον γράψας· «Γυναιξὶν διδάσκειν οὐκ ἐπιτρέπω·» καὶ πάλιν ἐν τῇ πρὸς Κορινθίους 39.989 πρώτῃ Ἐπιστολῇ· «Πᾶσα γυνὴ προσευχομένη καὶ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλήν·» ὅ ἐστιν, μὴ ἐξεῖναι γυναικὶ ἀναίδην ἐξ οἰκείας προστάξεως βίβλους συγγράφειν καὶ ἐ..........δάσκειν καὶ τούτῳ ὑβρίζειν τὴν κεφαλὴν, τοῦτ' ἔστιν τὸν ἄνδρα· «Κεφαλὴ» γὰρ» γυναικὸς, ὁ ἀνήρ· κεφαλὴ δὲ ἀνδρὸς, Χριστός.» Καὶ ἡ κατασιγάζουσα τὰς γυναῖκας αἰτία πρόδηλος· ἐπειδὴ ἡ ἐξ ἀρχῆς τῆς γυναικὸς διδασκαλία οὐ καλῶς τὸ κοινὸν ἔβλαβε γένος. «Ὁ» γὰρ «ἀνὴρ,» ὡς γράφει ὁ Ἀπόστολος, «οὐκ ἠπατήθη, ἀλλ' ἡ γυνή.» Ὥστε παρὰ πάντας Μοντανὸς οὐδὲ ἔγνω, οὐδὲ ἔσχεν τὸ ἅγιον Πνεῦμα, τοῦτο οἰηθείς· καὶ ταῦτα, μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος, καὶ τὴν ἐπιφοίτησιν τοῦ ἁγίου Πνεύματος, πλέον ἢ μετὰ κατὸν ἔτη γενόμενος ἱερεὺς, πρῶτον εἰδώλου, καὶ οὕτω τὴν τυφλὴν ταύτην εἰσηγησάμενος αἵρεσιν. Τοσαῦτα πρὸς τὰς ἄλλας αἱρέσεις, ὡς οἷόν τε, σωφρόνως διαμαχόμεθα· ἔστιν δέ τις καὶ ἄλλη γυμνὴ κεφαλὴ τῇ ἀληθείᾳ μαχομένη· οὐδὲ αὐτὴν ἡμῖν καταλειπτέον ἀνέλεγκτον.

ΚΕΦ. ΜΒʹ. Περὶ γὰρ τοῦ Μανιχαίων ψυχοφθόρου δόγματος ἄμεινον μὲν ἦν

σιωπᾷν, ἢ λέγοντα δεικνύναι πηλίκα εἰς τὸ θεῖον ἔπταισεν ἀνθρώπου φύσις, καὶ εἰς ἀκοὰς φέρειν, ἃ εἴθε μηδὲ ἐκεῖνοι τῷ ἔργῳ μετήρχοντο, μηδὲ εἰς ἡμᾶς, τὰ μὲν πείρᾳ, τὰ δ' ἀκοῇ ἐληλύθει. Γράφει γάρ· «Μὴ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ. «Ἵνα δὲ μή τις, ἢ ἄκων τῷ κακῷ περιπέσῃ, ἢ ὑπολάβῃ οἰστὰ εἶναι τὰ κατ' αὐτοὺς, ἀνάγκη τοῦ δόγματος τοσοῦτον ἐφάψασθαι, ὅσον ἱκανόν ἐστι τὸ βλαβερὸν