1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

49

Πράξεις. ∆ιὸ καὶ ὁ ∆εσπότης προέλεγεν αὐτοῖς· «Ὑμεῖς δὲ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς.» Τὸ δὲ, «Ἰησοῦς οὔπω ἐδοξάσθη,» ἀντὶ τοῦ, φησὶν, οὔπω παθὼν, καὶ ἀναστὰς, καὶ συνεγείρας ἑαυτῷ πλῆθος νεκρῶν, καὶ ἀναληφθείς. Οὔπω γὰρ παρὰ πᾶσιν ἐπιστεύθη εἶναι ὁ προαιώνιος ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ, καὶ ἐδοξάσθη ὡς Θεὸς τῶν πατέρων· τοῦτ' ἔστιν, οὔπω ἡ περὶ αὐτοῦ δόξα ἐβεβαιώθη παρὰ πᾶσι· διὸ λέγει ὕστερον· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα·» τοῦτ' ἔστι, πάντα πεπλήρωται τὰ περὶ ἐμοῦ ταῖς ἀπαραβάτοις Γραφαῖς προῤῥηθέντα· «∆όξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Ὡς ἂν τοίνυν νοήσῃς τὸ, «Ἰησοῦς οὔπω ἐδοξάσθη.» οὕτως ἂν ἐκλάβοις τὸ, «Οὔπω ἦν Πνεῦμα ἅγιον·» ἐπεὶ μήγε, κἂν μὴ σὺ λέξῃς, φανείης οὐδὲν ἧττον οὕτως ἔχων· ὅτιπερ πρεσβυτερεύει τὰ πρὸ τοῦ ταῦτα οὑτωσὶ φρασθῆναι τοῦ πνεύσαντος αὐτὰ θεϊκοῦ Πνεύματος· ᾧτινι λόγῳ καὶ ἀπόκρισιν, ὡς ψιλὴ ἔννοια, τὸ δὴ λεγόμενον, τρέχοντα παρεξετάσαι, ὑπερβαίνει πᾶσαν ἀναισθησίαν. Ἑτέροις δὲ ἐνοήθη εἰρῆσθαι τὸ, «Ἰησοῦς οὔπω ἐδοξάσθη,» ἢ διὰ τὴν δουλικὴν μορφὴν, ἢν ἔφερεν αὐτὸς, ὅτι οὔπω ἦν ἀναβεβηκυῖα εἰς οὐρανοὺς, ἀπαρχὴ γενομένη τοῖς πιστοῖς τῆς τε ἄλλης πάσης μακαριότητος καὶ μέντοι καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου ἀπαρχὴ γὰρ Χριστὸς ὡς ἀνωτέρω εἴρηται· ἢ δι' ἡμᾶς, ὧνπερ ἀπαρχὴ κατὰ τὴν ἐνανθρώπησιν αὐτὸς εἶναι γέγραπται· ὃν τρόπον εἴρηται· «Ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ·» καὶ ὡς Παῦλος συνομολογῶν ἐπιστέλλει· «Συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ» καὶ πάλιν· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.»

ΚΕΦ. ΛΕʹ. Οὐκ ἔχει αὐτοῖς ὑγιῶς καὶ τὸ Παύλῳ Ῥωμαίοις 39.964 γραφὲν, ὅτι·

«Αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν, τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.» Μάλιστα γὰρ ἐσήμηνε τῷ ἔχειν «ἀλαλήτοις,» μὴ ζητεῖσθαι τὰ τοιαῦτα· ἀκατάληπτα γὰρ, φησὶν, καὶ ἄφραστα τῷ δὲ ἔχειν «κατὰ Θεὸν,» μὴ καθ' ἡμᾶς εἶναι ταῦτα, μηδὲ χρῆναι νοεῖσθαι κατὰ τὴν ἀνθρωπίνην συνήθειαν· ὑπερέχει γὰρ πάντα νοῦν καὶ λόγου φύσιν ἐλέγχει. Ἔπειτα οὐκ εἶπεν ἀπολελυμένως, Ἐντυγχάνει, ἢ κατεντυγχάνει καθ' ἡμῶν, καὶ κατὰ ἁγίων· ἀλλ', «Ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν,» καὶ, «ὑπὲρ ἁγίων.» Τοῦ ἁγίου Πνεύματος ἴδιον, ὡς Θεοῦ, τὸ φιλάνθρωπον. Ὅμως ἐπειδὴ κατὰ ἄνθρωπον ταῦτα, καὶ οὐ θεοπρεπῶς, προφέρουσιν, γνώτωσαν ὀψὲ γοῦν ποτε, ὡς ἐντυχεῖν καὶ τὸ σκοπῆσαι λέγεται· οἷον ὡς εἰώθαμεν λέγειν· Ἐνέτυχον τῇ βίβλῳ· καὶ πλέον τοῦτο κυριωτέρως φαίη τις· τὸ γὰρ πρὸς ἡδονὴν καὶ ἔντευξίν τινες καλοῦσι ποιήσασθαι. Αἰτήσασθαι μᾶλλον ἤπερ ἐντυχεῖν λέγεται. Στεναγμοὺς δὲ ἐνταῦθα τοὺς οἰκτιρμοὺς λέγει. Τὸ οὖν Πνεῦμα, φησὶ, τοῦ Θεοῦ ὑπερσκοπεῖ τὰ ὑπὲρ ἡμῶν οἰκτιρμοῖς ἀκαταλήπτοις· τοσοῦτον γὰρ καὶ τοῦτο μυστικῶς εἰρημένον ὑπερβαίνει τὴν κτίσιν, ὅτι εὐθὺς τῷ καρδιογνώστῃ Θεῷ ὡς μέγα τὸ εἰδέναι τὸ φρόνημα τοῦ ἁγίου Πνεύματος ἀπένειμεν. Ἔπειτα δὲ καὶ ὁ Υἱὸς ὁμοίως ἐντυγχάνει ὑπὲρ ἡμῶν· καὶ ὅμως μέγας, καὶ ἐξουσιαστὴς, καὶ ἀληθινὸς Θεός ἐστιν. Γράφει γὰρ περὶ αὐτοῦ ὁ αὐτὸς ἀπόστολος, Ἑβραίοις μέν· «Πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν·» Ῥωμαίοις δέ· «Χριστὸς Ἰησοῦς ὁ ἀποθανὼν, μᾶλλον δὲ ἐγερθεὶς ἐκ νεκρῶν· ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.» Ὅτι δὲ τὸ ὄνομα τοῦ Παρακλήτου, καὶ τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν, οὐ κατὰ τὸ δοκοῦν τῇ λέξει καὶ τὴν κοσμικὴν ὁμιλίαν ἐκδέχεσθαι χρὴ, ἔστιν ἐξ ὁμοιοτρόπων ῥημάτων διδαχθῆναι· ὡς ἡνίκα περὶ τοῦ Θεοῦ καὶ Πατρὸς γράφει ἐν πεʹ ψαλμῷ· «Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με·» καὶ Παῦλος· «Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ παρακαλέσει ὑμῶν τὰς καρδίας· 39.965 καὶ ἑτέρωθι·