1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

52

ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ παρακαλέσει ὑμῶν τὰς καρδίας.» Οἱ δὲ ἀντὶ τοῦ οὕτω νοεῖν, λέγουσιν διὰ τὸ παρακαλεῖν ὑπὲρ αὐτῆς ὠνομάσθαι Παράκλητον· καὶ ἐπάγουσιν, ὅτι καὶ ἀποστέλλεται. Ἀλλὰ πρῶτον μὲν τῷ τε ἁγίῳ Πνεύματι καὶ τῷ Υἱῷ ἐπίκοινόν ἐστι τοῦ Παρακλήτου τὸ ὄνομα, ὡς καὶ ἡ φύσις· καθὰ Ἰωάννης γέγραφεν οὕτως, ἐν μὲν ταῖς Καθολικαῖς· «Ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε· ἐὰν δὲ καὶ ἁμάρτωμεν, Παράκλητον ἔχομεν πρὸς τὸν Θεὸν Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν.» Ἐπιτήρησον δὲ τέως, ὅτι Παράκλητον πρὸς τὸν Θεὸν εἰπὼν Ἰησοῦν Χριστὸν, τῷ Παρακλήτῳ τὴν ἐξουσίαν ἀπένειμεν, ὡς αὐτοῦ παρακαλουμένου· «Αὐτὸς, γὰρ,» φησὶν, «ἱλασμός ἐστιν·» ἵν' οὕτω καὶ τὸ αὐτεξούσιον τοῦ Παρακλήτου δείξῃ, καὶ εἰς τὴν μίαν θεότητα τὸν ἱλασμὸν ἀναγάγῃ. Καὶ πάλιν ἐν Εὐαγγελίῳ ἀπὸ τοῦ ∆εσπότου· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε, κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ, ὅτι παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται. Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς·» ἄλλον Παράκλητον φήσας, οὐ κατ' οὐσίαν, ἀλλὰ καθ' 39.976 ὑπόστασιν. Ἔπειτα δὲ τὸ προειπεῖν τὸν Υἱὸν, «Πέμψω ὑμῖν παρὰ τοῦ Πατρός μου τὸ Πνεῦμα τῆς ἀληθείας,» παρέστησεν τὰς τρεῖς ὑποστάσεις, καὶ ὡς εὐδοκίᾳ καὶ συμφωνίᾳ μιᾷ ἡ τοῦ ἁγίου Πνεύματος ἐγένετο παρουσία, ὡς καὶ ἐν τῷ κεφαλαίῳ τῷ, «Ὁ Πατὴρ ἐντολήν μοι δέδωκεν, τί εἴπω, καὶ τί λαλήσω·» καὶ περὶ τοῦ ἁγίου Πνεύματος, «Ἀφ' ἑαυτοῦ οὐ λαλήσει,» προελέχθη. Ὡς γὰρ οὐκ ἀπέζευκται τοῦ Πατρὸς ὁ Υἱὸς πεμφθεὶς, οὕτως οὐδὲ τὸ ἅγιον Πνεῦμα. Τὸ δὲ προσκεῖσθαι, «Πνεῦμα τῆς ἀληθείας,» διδάσκει ἀληθῶς αὐτὸ Πνεῦμα εἶναι τοῦ Θεοῦ, καὶ οὐχ ὡς τὰ λειτουργικά. Τὸ δὲ ἔχειν, «Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,» σημαίνει, ὡς ἀνάρχως καὶ ὁμοουσίως ἐκ τῆς πατρικῆς ὑποστάσεως ἐξεφάνη· πᾶσα γὰρ πρόοδος διὰ τῶν ἴσων καὶ ὁμοίων ἐπιτελεῖται· καὶ διαφερόντως ὁμοουσίως ἐγένετο ἡ ἀπὸ τοῦ Θεοῦ γέννησις τοῦ Υἱοῦ, καὶ ἐκπόρευσις τοῦ Πνεύματος αὐτοῦ. Τὸ δὲ, «Ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα, ἃ εἶπον ὑμῖν,» παράγγελμά ἐστιν μὴ ἀπιστῆσαι τῷ ἁγίῳ Πνεύματι, ὡς ἀνωτέρω εἴρηται, ἐλθόντι μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ καὶ διδάσκοντι· Οὐκ ἀπᾴδουσα γὰρ, φησὶν, τῆς ἐμῆς γνώμης καὶ διδασκαλίας ἔσται ἡ αὐτοῦ· ἐπειδὴ καὶ τῇ θεότητι ἡνωμένως καὶ ἐχομένως ἔχει· κοινὰ δὲ τῆς ἁγίας Τριάδος τὰ διδάγματα, καὶ τὰ πρὸς σωτηρίαν δωρήματα· καὶ ᾧ εἶπον τρόπῳ τὸ, «Ὁ Πατὴρ ἐντολήν μοι δέδωκεν, τί εἴπω, καὶ τί λαλήσω,» ἔστιν δὲ ὅτι συμφωνίας τῷ αὐτῷ φημὶ καὶ περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι «Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Τῷ δὲ εἰπεῖν, «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε, κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν,» ἐδήλωσεν μονονουχὶ καὶ ἑαυτὸν Παράκλητον ὀνομάζεσθαι, καὶ ὡς, Εἰ μὴ φυλάξητε, φησὶν, τὰς ἐμὰς ἐντολὰς, ἀνάξιοι τῆς τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως τυγχάνετε, ἥτις οὐκ ἀπᾴδει τῆς ἐμῆς ἐπιφανείας. Τὸ δὲ γράφειν, «Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ,» ἔδειξεν, ὅτι οἱ μὲν κοσμικοὶ, τοῦτ' ἔστιν αἱρετικοὶ, οὐ δύνανται λαβεῖν αὐτὸ, ὅτι οὐ θεωροῦσιν αὐτὸ τοῖς τῆς πίστεως ὀφθαλμοῖς, οὐδὲ γινώσκουσιν αὐτὸ, μὴ δοξάζοντες ὡς Θεόν· οἱ δὲ ὁμολογοῦντες αὐτὸ εἶναι Θεὸν, ἔχουσιν αὐτὸ μένον παρ' αὐτοῖς. Τὸ δὲ ἔχειν, «∆ώσει ὑμῖν,» καὶ, «Παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται,» ἐσήμανεν, ὡς καὶ ἄνω καὶ κάτω, ἅτε δὴ Θεὸς, πανταχοῦ παρὸν τὸ ἅγιον Πνεῦμά ἐστιν· εἰ γὰρ καὶ παρ' ἡμῖν μένει καὶ ἐν ἡμῖν ἔσται, καὶ πάντα πληροῖ, κατὰ τὴν σοφίαν λέγουσαν· «Πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην·» πῶς ἡμῖν ἀπεστάλη; Ὅτι δὲ καὶ λέγοντος αὐτοῦ ταῦτα, μετ' αὐτοῦ ἦν ὡς ὁμοούσιον, πάλιν αὐτὸς ἔπεισεν, ἐμφυ 39.977 σήσας εἰς τὰ