2
τῶν ἀλγεινῶν πείρας, ἐπὶ τὴν θεοσεβῆ ζωὴν ἀνεγείρουσα· τὴν δὲ ἰδίαν προαίρεσιν, καὶ τὴν πίστιν, ἄπταιστον διακρατεῖ, καὶ τὸν ἄνθρωπον ὑπὲρ ἄνθρωπον ποιεῖ, πίστει καὶ λόγοις αὐτὸν εἰς τὸ σεμνὸν προβιβάζουσα, καὶ πρὸς ἱκεσίαν τῆς Τριάδος ῥέπουσα, καὶ τροφὴν ποιουμένη τὴν ἀπὸ τούτων ὠφέλειαν. Εἰ γὰρ νομιοῦμεν ψυχὴν, κοσμεῖσθαι καὶ τρέφεσθαι οὐκ ἄλλοις, ἀλλ' ἢ λόγοις καὶ πίστει πέφυκεν. Ἀνθρώπῳ γὰρ τροφὴ ἄμφω, ἥ τε ἐκ τῆς γεωργίας, ἥ τε ἐκ τῶν λόγων καὶ τῆς πίστεως· ἀλλ' ἡ μὲν τὸ σῶμα εἶναί τε καὶ ἀντέχειν, ἡ δὲ ταῖς ψυχαῖς τὸ ἑτέρων προέχειν δίδωσιν, καὶ διὰ πίστεως καὶ λόγων καὶ ἡ ἄλλη σύμπασα κατορθοῦται ζωή. Φωρᾶν ἔνεστι ταῦτα μὴ ἄλλως ἔχειν, ἐπιπορευόμενον τῷ νῷ, ὡς αὐτίκα τῷ τοιούτῳ ἐπιλάμπει καὶ συνεργεῖ ὁ ἐπιβεβηκὼς τοῖς ὅλοις Υἱὸς 39.780 Λόγος τοῦ Θεοῦ, ὁ μηδενὸς μηδὲ αὐτῶν τῶν καταφρονούντων αὐτοῦ καταφρονῶν, ὁ τῇ ψυχῇ, εἰς ἣν διὰ τοῦ φυσήματος τὸ ἅγιον αὐτοῦ Πνεῦμα κατῴκισεν, τὸν λόγον τῶν πάντων τὸ τιμιώτατον κατασπείρας. ∆ιὸ καὶ θαυμαστῶς ὑπὸ τῶν ἔξω εἰς στίχου τινὸς ἀκροτελεύτιον εἴρηται· Πανταχοῦ λόγος, ἔνθα καὶ ἄνθρωπος. Ἀλλὰ ταῦτα μὲν ὧδέ πη ἔχει. Αἱρετικοὶ δὲ, μηδὲν ἀναπνέοντες καθαρὸν, ταῖς κειμέναις περὶ τοῦ λυτρωτοῦ Θεοῦ Λόγου, τοῦ πάντων γενεσιουργοῦ, ὑψηλαῖς μαρτυρίαις τε καὶ δωρεαῖς, καὶ μεγαλουργίαις οὐ προσέχοντες, τὰ περὶ τῆς ἀῤῥητοτάτης καὶ ἀτρεπτοτάτης φιλανθρώπου ἐνανθρωπήσεως αὐτοῦ νομιζόμενα ἐκείνοις εἶναι μικροπρεπῆ ῥήματα, τῇ θεότητι αὐτοῦ προσάπτουσιν· καὶ ἀφ' ὧν ὤφειλον, τήν τε δόξαν διειδέναι τοῦ Θεοῦ, καὶ ἀνυμνεῖν πλέον τὸ φιλάνθρωπον αὐτοῦ, διὰ τούτων ἔξω τε τῆς ἀληθείας φερόμενοι ἁλίσκονται, καὶ ὑβρίζειν τὸν εὐεργέτην καὶ Σωτῆρα προάγονται· φροντίς τε αὐτοῖς, οὐχ ὅπως ἐξιλεώσωνται αὐτὸν ὡς κριτήν· ἀλλ' ὅπως ὑπὸ κρίσιν ὄντα, ὡς κτιστὸν, καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἐκ δεξιῶν τοῦ ἑαυτοῦ Πατρὸς ἰσότιμον συνεδρίαν ἀποδείξωσιν. Πολλάκις δὲ καὶ τὰ περὶ αὐτοῦ, ἢ παρ' αὐτοῦ μὴ λεχθέντα, ἣ δι' ἐπικρύψεως ᾐνιγμένα, ὡς κατ' αὐτοῦ, ἢ παρ' αὐτοῦ ἀποπεφασμένα ἀβασανίστως διατιθέασιν, καὶ πάντα σαθρὸν καὶ ἄναλκιν ἐκτετιμήκασι νοῦν· οὐδὲν καλλίους ἀλόγων ζώων ἑαυτοὺς προσάγοντες τούτῳ τῷ περιποθήτῳ ∆εσπότῃ, τῷ ἄγοντι δίχα βίας τοὺς πειθομένους εἰς τὴν τοῦ Πατρὸς, καὶ ἑαυτοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, μίαν ἀδιαίρετον βασιλείαν, καὶ φειδοῖ τῇ πρὸς ἡμᾶς παραινοῦντι· «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις.» Τὰ γὰρ ἄλογα ζῶα, φησὶν, οἷς ἡ ψυχὴ τὸ ἐξ ὕλης αἷμα, κατὰ τὸν εἰπόντα ἐν τῇ Γενέσει, «Τὸ αἷμα αὐτοῦ ἡ ψυχὴ αὐτοῦ,» εἰς γῆν νένευκεν, ἀεὶ τῇ γαστρὶ μόνῃ δουλεύοντα, καὶ οὐκ ἀνέστηκεν τῷ σώματι καὶ τῷ νῷ, ὡς ὁ ἄνθρωπος, ὁ καὶ τῶν ἐπιγείων αἰσθανόμενος, καὶ τὰ μετέωρα βλέπων, καὶ ἐπὶ τὴν ἄνω γαληνοτάτην καὶ ἀπαθεστάτην κατάστασιν σπεύδων, καὶ ὡς ἐν πανδοκίῳ τινὶ ἐν τῷ κόσμῳ ἡγούμενος καταλελυκέναι, καὶ παρασκευαζόμενος ἵν' εὐφρονῇ ἐφ' ἑκάστης πρὸς τὴν ἐκ τούτου ἔξοδον· διά τε τοῦτο ἁπλοῦς τὴν πίστιν καὶ τὴν γνώμην ὁ σοφὸς ὑπάρχει. Παντὶ γάρ τῳ δῆλον, ὡς πάσης τῆς διὰ λόγων καὶ ἐν λόγοις τέχνης ἡ ἀλήθεια κρείττων ἀεὶ, ἥτις συμπέφυκεν τῇ ἁπλότητι. Ταράττειν δὲ καὶ ταράττεσθαι δοκοῦσιν οἱ τεχνικοὶ λόγοι, οἳ πλεονάζουσιν αἱρετικοῖς τοῖς τῆς θεολογικῆς θεωρίας, ὡς καὶ Ἕλληνες 39.781 ἀλλοτρίοις. Θεὸν μὲν γὰρ, καὶ Κύριον, καὶ Υἱὸν καλοῦσιν αὐτὸν, οὐκ ἔτι δὲ ὡς μὲν Θεὸν καὶ Κύριον ἄκτιστον, ἄναρχον, αὐτεξούσιον, καὶ ἴσον τῷ Θεῷ Πατρί· ὡς δὲ μονογενῆ Υἱὸν ὁμοούσιον τῷ γεννήσαντι λέγουσιν· καὶ ταῦτα ἐκφαίνοντα καὶ προφαίνοντα τὸ ὁμότιμον καὶ ἰσοσθενὲς τῆς ἁγίας Τριάδος εἰς τὸ περὶ τὸ βάπτισμα θεῖον αὐτοῦ δόγμα, καὶ ἐν ἄλλοις δὲ πολλοῖς, ὡς εἴρηται· ἀλλ' Ἕλλησι τρόπον τινὰ συμφερόμενοι, διαφορότητας καὶ ὑφέσεις οὐσιῶν καὶ δόξης, κατὰ νόας ἰδίους, τῶν θείων καὶ ὁμοουσίων τριῶν ὑποστάσεων ὑφιστᾶσιν καὶ διανοοῦνται περί τε τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τοῦ Θεοῦ. Ἅπερ καὶ οἱ ἀλάστορες καὶ μυσαροὶ