1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

3

δαίμονες, οἱ δι' οἰκείας γνώμης κακότητα ἀναδειχθέντες, ἄχρηστα καὶ μισόκαλα κτίσματα ἀκοῦσαι, μήτιγε καὶ εἰπεῖν, φρίττουσιν. Οἱ μὲν οὖν λόγοι, οἱ τὰς θεολογίας περιέχοντες, ἀποχρώντως ἀπειργάσθησαν, ἤδη οὐσῶν μὲν καὶ ἄλλων μυριολέκτων ἀποδείξεων, μὴ μνημονευθεισῶν δὲ, ὅπως μήτε ὀκνοῖεν διὰ τὸ πλῆθος οἱ ἐντυγχάνοντες, μήτε μακροπερίοδος καὶ πολυλογῶν φαίνηται ὁ γράφων. Εἰ γὰρ «ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,» φασὶν οἱ τῶν Ἑλλήνων εὐδόκιμοι, καὶ Ἀλήθεια διὰ τοῦτο εἰκότως ἂν τὸ Θεῖον προσαγορεύοιτο μόνον· δῆλον, ὡς καὶ ὁ περὶ τοῦ Θεοῦ Λόγου λόγος ἁπλοῦς, καὶ πάσης διαστρόφου ποικιλίας ἀπηλλαγμένος. Ἵνα δὲ εὐσύνοπτοι ὦσιν αἱ θεηγορίαι, διὰ τὰ νυνὶ λεχθησόμενα προβλήματα αἱρετικῶν, φέρε, ὡς ἐν μερικῇ καὶ συντόμῳ ἀνακεφαλαιώσει συνείρωμεν τὸν λόγον αὐτῶν, εἰ καὶ ταυτοειπεῖν μέλλομεν, ἀλλ' ὅμως διὰ τὸ χρειῶδες καὶ τὸ πᾶσι πανταχόθεν ἁλώσιμα, κατά γε τὸ ἐφικτὸν, γενέσθαι τὰ περὶ αὐτῶν. Καὶ γὰρ καὶ οἱ προθέμενοι οἰκοδομίαν ποιήσασθαι, συνοψίσαντες πρότερον τὰς ἁρμοζούσας ὕλας ἀποτίθενται, εἶτα ἐξ αὐτῶν πλησίον ἑκάστου τόπου ἐξεργάζεσθαι μέλλοντος παρατιθέασιν, ὡς ἂν ἔχοιεν ὑπ' ὄμμασι καὶ ἐν προχείρῳ ἕκαστοι τῶν τῇ χειρουργίᾳ κεχρημένων, καὶ οὕτω τοῦ πράγματος ἄρχονται. Τῷ δὲ Θεῷ αὖθις τὸ πᾶν θαῤῥήσας, τῷ τὰ κύματα παύοντι, καὶ εὔδιον πλοῦν διδόντι, καὶ πάντα κατορθοῦντι, οὗ κατὰ χάριν ἣν καὶ ἁμαρτωλοῖς καὶ στενοῖς τὸν λόγον, ἰδία δ' ἐμοῦ λέγω, χορηγεῖν εἴωθεν εἰς ταύτην προελήλυθα τὴν 39.784 ἐπιθυμίαν, πρόειμι ἐπὶ τὰ ἑξῆς πιστεύων, ὡς πρινὴ λαλήσω σὺν τοῖς παιδίοις, οἷς ἔδωκέν μοι, καὶ τοῖς παιδίοις τῶν παιδίων, δι' ἃ καὶ ζῶντες πονοῦμεν, ἔτι δὲ καὶ πᾶσιν, οἷς οἶδεν, τὴν χάριν δέξομαι. Αὐτοῦ γὰρ χρυσοῦν θέσπισμά ἐστιν·» Πάντα, ὅσα ἂν αἰτήσητε ἐπὶ τῷ ἐμῷ ὀνόματι, λήψεσθε·» καὶ, «Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό·» καὶ, «Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν.» Περὶ οὗ καὶ παρ' οὗ συναισθήσεως ἀξιωθέντες καὶ οἱ ἔξω φασίν· Θεὸς ὁ τὰ πάντα τεύχων καὶ χάριν ἀοιδῷ φυτεύει. Οὐκ αὐτάρκης γὰρ ὄντως ἡ ἀνθρώπου σύνεσις εἰπεῖν τι περὶ τοῦ Θεοῦ, μὴ θείαν προσλαβοῦσα βοήθειάν τε καὶ δύναμιν· ὥς που καὶ ∆ιαγόρας ὁ Μήλιος ἔφησεν· «Θεὸς, πρὸ παντὸς ἔργου βροτείου, νωμᾷ φρένα 39.785 ὑπερτάτην· αὐτοδαὴς δὲ ἀρετᾷ βραχὺν οἶμον ἕρπειν.» Ἄρξομαι δὲ ἀφ' ὧν εἰκὸς ἄρξασθαι.

ΚΕΦ. Βʹ. Αʹ. Εἰ τοίνυν ἀψευδεῖ ἡ Γραφὴ πάντως δὲ ἀψευδεῖ, Θεὸν ἀληθινὸν

καὶ Υἱὸν τοῦ Θεοῦ ἀληθινὸν λέγουσα εἶναι τὸν Θεὸν Λόγον, ὡς πολλαχοῦ ἔχει, καὶ ὡς ὁ Πατὴρ λέγει· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·» καὶ ὡς Ἰωάννης γράφει· «Καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ τοῦ Θεοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος·» καὶ ὡς Ἱερεμίας προφητεύει· «Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς· Κύριος, ὃς ἐποίησεν τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς Θεὸς ζῶν καὶ ἀληθινός·» δῆλον δήπουθεν, ὡς φύσει καὶ κυρίως Θεὸς ἄκτιστος ὢν, καὶ ἄναρχος, καὶ ἀπαράλλακτος κατὰ πάντα τοῦ Θεοῦ καὶ Πατρός. Οὔτε γὰρ αἰτία φύσει Θεοῦ ἀληθινοῦ εὑρίσκεται, οὐδὲ Θεὸς ἀληθινὸς ποιητὸς λέγεται, οὔτε Υἱὸς ἀληθινὸς ἑτεροούσιος νοεῖται. Καὶ τὸ ἔχειν δὲ, «Οὗτός ἐστιν ὁ Υἱός μου·» καὶ, «Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεός·» ζητεῖν ἄλλον γνήσιον Υἱὸν, ἢ κυρίως Θεὸν, ἀποκλείει· καὶ ἄλλως· Εἰ ἀληθινὸς Θεὸς καὶ Υἱός ἐστιν, κατὰ μὲν τὴν ἄνω γέννησιν, Πατέρα ἔχει, Θεὸν δὲ οὐκ ἔχει· κατὰ δὲ τὴν κάτω, Θεὸν μὲν ἔχει, πατέρα 39.788 δὲ οὔ. Ἀτριβῆ οὖν καὶ τοῖς ἅπασι· κτίσμασιν παντοίως ἀνεπίβατον μὴ στέλλεσθαι πορείαν, ἄνθρωπον ὅλως ὄντα, καὶ οἱ ἔξω διηγόρευσαν τοιῶσδε· Θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή. Καὶ πάλιν· Ἀθάνατος δὲ Θεὸς, παναγήραος, ἀστυφέλικτος, Ἄῤῥητος κρυφίοις ὑπὸ δήνεσιν, αὐτογένεθλος, Τίκτων αὐτὸς ἑαυτὸν, ἀεὶ νέος, οὐ ποιητός. Αὐτὸς ἀληθείης γενέτης, σοφὸς αὐτὸς ἀληθής. Καὶ ὁ Πίνδαρος δὲ, πιστὸν καὶ ἀληθινὸν