1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

4

λέγων τὸν Θεὸν, ἔφησεν οὕτως· Καὶ μὰν Θεοῦ γένος πιστὸν ἀεί. Αὐτὸς γὰρ ὑπάρχων ὁ τῆς ἀληθείας γενέτης, οὐκ ἂν ὑπὸ ἀνθρωπίνης διανοίας ληφθείη, εἰ μὴ τῆς ἀληθείας τῆς αὐτοῦ πληρωθεῖσα, φῶς ἐκ ταύτης ἑαυτῇ πρὸς τὰς ζητήσεις ἀνάψειεν. Βʹ. Εἰ Θεὸς εἷς ἐστιν, ὡς Μωϋσῆς λέγει· «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν·» καὶ ὁ Υἱὸς δὲ ἀνυμνεῖται μονογενὴς Θεὸς καὶ εἷς Κύριος Ἰησοῦς Χριστός· ἐκ παντὸς ὁμοούσιος καὶ ἰσότιμος τῷ Θεῷ καὶ Πατρὶ, τῇ μὲν ὑποστάσει ἄλλος καὶ ἄλλος, τῇ δὲ θεότητι καὶ συμφωνίᾳ εἷς. Ἐν τούτῳ γάρ ἐστιν τὸ, «εἷς Θεός.» Εὑρίσκομεν ἀμέλει τοι καὶ Ἕλληνας αὖθις ὑπὸ ἀνάγκης ἀφανοῦς καὶ ἄκοντας περιτραπέντας εἰς τὴν ἀλήθειαν, καὶ ὁμοφώνῳ καὶ ὁμογνώμονι ἡμῖν διαθέσει ἐν τῷ μέρει τούτῳ κεχρημένους, ἀναφωνοῦντάς τε ἐγγράφως καὶ διαῤῥήδην ταῦτα· Εἷς Θεός ἐστιν· ἄναξ πανυπέρτατος αὐτὸς ἁπάντων, Καὶ γενέτης πάμπρωτος ἔφυ, καὶ ῥίζα, καὶ ἀρχή. Γʹ. Εἰ ἀεὶ ὄνομα, τῷ μὲν Θεῷ τὸ, «Πατὴρ,» τῷ δὲ Υἱῷ τὸ, «Υἱὸς,» καὶ «Μονογενὴς,» φυσικὸς καὶ ἀληθινός ἐστιν Υἱὸς, καὶ ἄναρχος, καὶ οὐ καθ' ἡμᾶς Υἱός. Ὁ γὰρ Μονογενὴς τῷ Πατρὶ οὐκ ἔχει φύσει ὁμοπά 39.789 τριον ἀδελφὸν, οὐδὲ λέγεται πατὴρ, μήπω γεγεννηκώς. ∆ʹ. Εἰ εὐλόγως εἴρηται Λόγος Θεοῦ ὁ Υἱὸς, συνυπάρχει τῷ γεννήσαντι, οἰκείως τῇ φύσει ἔχων αὐτῷ, καὶ ἀπαθῶς καὶ ἀνάρχως γεννηθείς. Οὐδὲ γὰρ ὁ Πατὴρ ἐκτὸς τοῦ ὑποστατοῦ Λόγου αὐτοῦ ἐπινοεῖσθαι δύναται· οὔτε μὴν Λόγος κτίζεται, ἀλλὰ γεννᾶται ἀπαθῶς. Παραλλήλως, εἰ τοῦ Θεοῦ Λόγος καὶ σοφία δικαίως ἐγγέγραπται ὁ Υἱὸς, καὶ δι' αὐτοῦ γέγονε τὰ πάντα, οὐκ ἀπὸ Λόγου τοῦ Θεοῦ ἔκτισται, ἀλλ' ἀπὸ γαστρὸς αὐτοῦ γεγέννηται. Εἷς γὰρ ὁ τοῦ Θεοῦ Λόγος, καὶ ἐν ποίῳ ἄλλῳ Λόγῳ εἶχεν κτισθῆναι; Ταῦτα γὰρ καὶ Ἑλλήνων λογάδες διαγορεύουσιν· Ἄῤῥητα γὰρ τίκτουσιν αἱ Θεοῦ γοναί. Παντὸς πάθους δὲ καὶ φύσεως ὑπέρτερος. Εʹ. Εἰ ἔστιν ὁ Υἱὸς, ὡς ἐδείχθη, αὐτὴ ἡ αἰώνιος ζωὴ καὶ φῶς τὸ ἀληθινὸν, τοῦ εἶναι καὶ ζῇν οὐκ ἤρξατο. Καὶ παραλλήλως, εἰ ἔστιν ταῦτα καὶ ὁ Πατὴρ, οὐδὲ κατὰ ἐνθύμησιν ἔν τινι παραλλάττει. ςʹ. Εἰ δύναμις καὶ σοφία ὁ Υἱὸς εἶναι τοῦ Θεοῦ εἴρηται, συνάναρχός ἐστι τῷ γεννήσαντι· οὐδὲ γὰρ ἦν, ὅτε ἐκτὸς τούτων ὑπῆρχεν ὁ Πατὴρ, οὐδὲ προσῆκεν εἰπεῖν, ὅτι μὴ ἔχων, ὕστερον ὁτιοῦν προσέλαβεν. Καὶ οἱ ἀπὸ τῆς ἔξωθεν δὲ σοφίας τι μαθόντες, οὐ δεύτερον εἶδος, οὐ δεύτερον χρόνον, εἰ θέμις οὕτω φάναι, ὑπάρξεως θεότητος θεωρήσαντες, ἔφησαν πρὸς τὴν αὐτῶν δύναμιν τάδε· Αὐτὸς πάντα φέρει Θεὸς ἄμβροτος· αὐτὸς ἑαυτοῦ Καὶ γενέτης, καὶ ῥίζα πέλει, καὶ τέρμα, καὶ υἱός. Ζʹ. Εἰ τῷ Πατρὶ ἴσως σώζει, ἅτε Σωτὴρ, ἔτι μὴν καὶ σοφίζει, ἀληθεύει, δικαιοῖ, ἁγιάζει· καὶ εἰ πάντα, ὅσα ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, οὐκ ἀνόμοιος αὐτῷ ἀναφαίνεται. Ηʹ. Εἰ τοῦ Θεοῦ τοῦ ἀνειδέου, καὶ ἀοράτου, καὶ ἀνάρχου, ὡς Παῦλος Ἑβραίοις γράφει, ἀπαύγασμά ἐστιν τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, καὶ εἰκὼν ὁ Μονογενὴς, καὶ εἰ αὐτὸς ἀληθεύει λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακεν τὸν Πατέρα·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» ὁμοούσιός ἐστιν, καὶ συνάναρχος, καὶ ἴσος, καὶ ἀπαράλλακτος τῷ Θεῷ Πατρί. Καὶ γὰρ ἐκ φωτὸς φῶς οὐχ ἑτεροουσίως οὐδὲ μετέπειτα γεννᾶται· καὶ χαρακτὴρ ὑποστάσεως τὸ ταυτὸν καὶ ἀπαράλλακτον τῆς φύσεως, καὶ δόξης, καὶ παντοκρατορίας δηλοῖ· καὶ εἰκὼν λογικὴ τὸ ἴσον καὶ ὅμοιον σημαίνει· καὶ ὁ βλέπων κτίσμα οὐ βλέπει τὸν ἄκτιστον. Ἓν γὰρ εἶπεν εἶναι τῇ θεότητι τὰς ὑποστάσεις, καὶ ἐν ἑνάδι οὐσίας διέσταλκε δίχα τὰ πρόσωπα. 39.792 Θʹ. Εἰ ἄτρεπτος ὁ Θεὸς καὶ Πατὴρ, οὔθ' ὕστερον, οὔτε παθητῶς ἐγέννα, ἀλλ' ὡς φῶς τὴν αὐγὴν ἀπαθῶς καὶ ἀδιαστάτως· ἀσώματος γάρ. Καὶ οἱ ἔξω σοφοὶ πρὸς τὴν ἰδίαν ἀσθένειαν ἐπίστευσαν οὑτωσί· Οὐ γὰρ ἀπ' ὠδῖνος Θεὸς ἄμβροτος, οὐδ' ἀπὸ κόλπων Νηδύος ἐκ λοχίης φάος ἔδρακεν· ἀλλὰ νόοιο Ἀῤῥήτῳ στροφαλῆτι κυκλούμενος, αὐτολόχευτος Γίνεται, ἐξ ἕθεν αὐτὸς ἐὼν γενέτης τε καὶ υἱός. Ιʹ. Εἰ πᾶν κτίσμα τρεπτὸν, ἄτρεπτος δὲ ὁ Μονογενής· οὐκ ἄρα κτίσμα. ΙΑʹ. Εἰ ἡ κτίσις οὐ γινώσκει τὸν Πατέρα, εἰ μὴ ἃ ἀποκαλύψῃ ὁ Υἱὸς, ὁ δὲ Υἱὸς γινώσκει,