1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

4

προοιμίων εἰς τοὺς ἀγῶνας ἐμβάντες. Καὶ ἐν τῇ Ἀχαίᾳ, φησί· τουτέστι, τῇ Ἑλλάδι. Ὁρᾷς ὅσονἐστὶ προθυμία; Ὅτι χρόνου οὐ δεῖται, οὐδὲ μελλήσεως, οὐδὲ ἀναβολῆς· ἀλλ' ἀρκεῖ παραστῆσαι μόνον ἑαυτὸν, καὶ πάντα ἤνυσται. Οὕτω γοῦν καὶ οὗτοι ὕστερον προσελθόντες τῷ κηρύγματι, τῶν πρώτων ἐγένοντο διδάσκαλοι. Μηδεὶς οὖν ἀπογινωσκέτω· κἂν πολὺν ἀναλώσας χρόνον μηδὲν ἐργασάμενος ᾖ, ἔνεστιν αὐτῷ καὶ διὰ μικροῦ τοσοῦτον ἐργάσασθαι, ὅσον οὐδὲ ἐν τῷ ἔμπροσθεν χρόνῳ. Εἰ γὰρ ὁ μηδέπω πιστεύσας, τοσοῦτον ἔλαμψεν ἐν ἀρχῇ, πολλῷ μᾶλλον οἱ ἤδη πιστεύσαντες. Μηδεὶς πάλιν τοῦτο ἐννοῶν ῥᾳθυμείτω, μαθὼν ὅτι ἐξὸν ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι· τὸ γὰρ μέλλον ἄδηλον, καὶ κλέπτης ἐστὶν ἡ ἡμέρα τοῦ Κυρίου, ἀθρόον ἡμῖν καθεύδουσιν ἐπιτιθεμένη· ἀλλ' ἐὰν μὴ καθεύδωμεν, οὐχ ὡς κλέπτης ἡμῖν ἐπιθήσεται, οὐδὲ ἀπαρασκευάστους ἀπάξει. Ἐὰν γὰρ γρηγορῶμεν καὶ νήφωμεν, οὐκέτι ἡμῖν ὡς κλέπτης ἐπιθήσεται, ἀλλ' ὡς ἄγγελος βασιλικὸς καλῶν ἡμᾶς ἐπὶ τὰ ἡτοιμασμένα ἡμῖν ἀγαθά· ἂν δὲ καθεύδωμεν, ὡς κλέπτης ἐφίσταται. Μηδεὶς τοίνυν καθευδέτω, μηδεὶς ἀργὸς ἔστω πρὸς ἀρετήν· τοῦτο γάρ ἐστιν ὕπνος. Οὐκ ἴστε, ὅταν καθεύδωμεν, πῶς οὐκ ἔστιν ἐν ἀσφαλεῖ τὰ ἡμέτερα, πῶς εὐεπιβούλευτα; ὅταν δὲ γρηγορῶμεν, οὐ δεῖ τοσαύτης ἡμῖν φυλακῆς. Ὅταν καθεύδωμεν, καὶ μετὰ πολλῆς φυλακῆς ἀπολλύμεθα πολλάκις· καὶ θύραι καὶ μοχλοὶ καὶ φύλακες καὶ προφύλακες, καὶ ὅμως ἐπεισῆλθεν ὁ κλέπτης. Τί δὴ ταῦτα λέγω; Ὅτι ἂν γρηγορῶμεν, οὐ δεησόμεθα τῆς ἑτέρων βοηθείας· ἂν δὲ καθεύδωμεν, οὐδὲν ἡμᾶς ἡ ἑτέρων ὀνήσει βοήθεια, ἀλλὰ καὶ μετ' ἐκείνης ἀπολλύμεθα. Καλὸν εὐχῆς ἀπολαύειν τῆς τῶν ἁγίων, ἀλλ', ὅταν καὶ αὐτοὶ ἐνεργοὶ ὦμεν. Καὶ τί μοι δεῖ, φησὶν, εὐχῆς τῆς παρ' ἑτέρων, ὅταν ἐνεργὸς ὦ, καὶ μὴ καταστήσω ἐμαυτὸν ἐν χρείᾳ; Οὐδὲ ἐγὼ βούλομαι· ἀλλ' ἀεὶ ἐν χρείᾳ ἐσμὲν, ἐὰν εὖ φρονῶμεν. Παῦλος οὐκ εἶπε· Τί μοι δεῖ εὐχῆς; καίτοι γε τῶν εὐχομένων οὐκ ὄντων ἀξίων αὐτοῦ, μᾶλλον δὲ οὐδὲ ἴσων· καὶ σὺ λέγεις· Τί μοι δεῖ εὐχῆς; Πέτρος οὐκ εἶπε· Τί μοι δεῖ εὐχῆς; Εὐχὴ γὰρ ἦν, φησὶν, ἐκτενὴς γινομένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν 62.397 ὑπὲρ αὐτοῦ· καὶ σὺ λέγεις· Τί μοι δεῖ εὐχῆς; ∆ιὰ τοῦτό σοι δεῖ, ἐπειδὴ νομίζεις μηδὲν δεῖσθαι. Κἂν ὡς Παῦλος γένῃ, χρείαν ἔχεις εὐχῆς. Μὴ ὕψου σαυτὸν, ἵνα μὴ ταπεινωθῇς, Ἀλλ' ὅπερ ἔφην, ἂν μὲν ἐνεργοὶ ὦμεν καὶ αὐτοὶ, ἀνύουσι καὶ αἱ ὑπὲρ ὑμῶν εὐχαί. Ἄκουε Παύλου λέγοντος· Οἶδα γὰρ, φησὶν, ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Καὶ σὺ λέγεις· Τί μοι δεῖ εὐχῆς; Ἂν δὲ ἀργῶμεν, οὐδεὶς ἡμᾶς εὐχόμενος ὀνῆσαι δυνήσεται. Τί ὠφέλησεν Ἱερεμίας τοὺς Ἰουδαίους; οὐχὶ τρίτον προσῆλθε τῷ Θεῷ, καὶ τρίτον ἤκουσε· Μὴ προσεύχου μηδὲ ἀξίου ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου; Τί ὠφέλησε τὸν Σαοὺλ ὁ Σαμουήλ; οὐχὶ μέχρις ἐσχάτης ἡμέρας ἐπένθει περὶ αὐτοῦ, οὐχ ἁπλῶς ηὔχετο μόνον; Τί ὠφέλησε τοὺς Ἰσραηλίτας; Οὐχὶ ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν διαλιπόντα εὐχόμενον ὑπὲρ ὑμῶν; οὐχὶ πάντες ἀπώλοντο; Οὐδὲν οὖν ὠφελοῦσι, φησὶν, αἱ εὐχαί; Ὠφελοῦσι καὶ μεγάλα, ἀλλ' ὅταν καὶ ἡμεῖς πράττωμέν τι· συμπράττουσι μὲν γὰρ αἱ εὐχαὶ καὶ βοηθοῦσι· συμπράττει δέ τις καὶ βοηθεῖ τῷ καὶ αὐτῷ ἐργαζομένῳ· ἂν δὲ ἀργὸς μένῃς, οὐδὲν μέγα ὠφεληθήσῃ. δʹ. Ἐπεὶ εἰ ἴσχυον αἱ εὐχαὶ ἀργοῦντας ἡμᾶς εἰσαγαγεῖν εἰς τὴν βασιλείαν, διὰ τί μὴ πάντες Ἕλληνες γίνονται Χριστιανοί; οὐχὶ ὑπὲρ παντὸς τοῦ κόσμου εὐχόμεθα; οὐχὶ καὶ Παῦλος τοῦτο ἐποίει; οὐχὶ πάντας ἀξιοῦμεν ἐπιστραφῆναι; Εἰπὲ γὰρ, διὰ τί οἱ πονηροὶ μὴ γίνονται χρηστοί; ἆρα οὐχὶ δῆλον, ὅτι διὰ τὸ μὴ δύνασθαι παρ' ἑαυτῶν τι εἰσενεγκεῖν; Μεγάλα τοίνυν ὠφελοῦσιν αἱ εὐχαὶ, ὅταν καὶ ἡμεῖς τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν. Βούλει μαθεῖν ὅσα ὠφέλησαν εὐχαί; ἐννόει μοι τὸν Κορνήλιον,