5
οὐδενὸς ἀποκαλύπτοντος αὐτῷ· οὐκ ἔστιν κτιστὸς, ἀλλὰ γεννητός. ΙΒʹ. Εἰ τῷ Πατρὶ ἴσον αὐτὸν ἴσασιν αἱ Γραφαί· Παῦλος γὰρ γράφει· «Οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ·» καὶ· «Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος·» καὶ ὁ εὐαγγελιστὴς λέγει, ὅτι «Ἴσον ἑαυτὸν ὁ Υἱὸς ἐποίει τῷ Θεῷ·» καὶ εἰ Θεὸν, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος, λέγει αὐτὸν Ἱερεμίας· καὶ Ἡσαΐας Θεὸν, ἰσχυρὸν, ἐξουσιαστήν· πῶς ὑστερεῖ κατὰ αἱρετικοὺς, καὶ οὐκ ἔστιν ἴσος κατὰ πάντα τῷ Πατρί; ΙΓʹ. Εἰ Παῦλος τοῦ πρεσβυτέρου νόμου τὸ σωτήριον κήρυγμα, τὸ περὶ Χριστοῦ καὶ ἁγίου Πνεύματος, προφερέστερον ἡγεῖται, διὰ τὸ ἔχειν τὸ τέλειον, ὡς ἐν τῷ λʹ ἐδείχθη λόγῳ· πρέπει πάντη τε καὶ πάντως τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ μηδὲν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα μειονεκτεῖν. Ι∆ʹ. Εἰ ἐκφεύγειν τὸ ἔγκλημα τῆς κτισματολατρείας τοὺς πιστεύοντας τῷ Υἱῷ παρεγγυᾷ Παῦλος, ἔτι δὲ καὶ ἀθέους ἀποκαλεῖ τοὺς πρὸ τούτου ἐκτὸς 39.793 τοῦ Υἱοῦ τὸν Θεὸν καὶ Πατέρα μόνον ἐγνωκότας· οὐ κτίσμα ὁ Θεὸς Λόγος. ΙΕʹ. Εἰ Ἰουδαῖοι, ἀπιστήσαντες τῷ Χριστῷ, ἴσον ἑαυτὸν ποιοῦντι τῷ Θεῷ, καὶ διὰ τοῦτο σταυρώσαντες αὐτὸν κατεκρίθησαν, Χριστιανοὶ δὲ πιστεύσαντες ἀνωτέρω ἐκείνων γεγόνασιν· οὐ μικρότερος ἔν τινι τοῦ ἰδίου Πατρὸς ὁ Υἱός. Ιςʹ. Εἰ τοῦ μόνου Θεοῦ ἐξαίρετον τὸ ὑμνεῖσθαι «μέγας Θεὸς,» ἀναφθέγγεται δ' ὁ Παῦλος, «Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,» καὶ ὁ ∆αυΐδ, «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε;» οὐκ ἐξοχώτερος τοῦ Υἱοῦ, οὐδὲ ἀπαράβλητος πρὸς αὐτόν. ΙΖʹ. Εἰ ὁ αὐτὸς Παῦλος οὐ συναριθμεῖ αὐτὸν τοῖς κτιστοῖς θεοῖς, συντάττει δὲ μετὰ τοῦ Πατρὸς, Κορινθίοις γράφων, «Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα·» οὐκ ἐν ποιήμασι συντετάξεται, μετὰ δὲ Πατρὸς συνδοξασθήσεται. ΙΗʹ. Εἰ δημιουργὸς πάντων, καὶ αὐτῶν τῶν αἰώνων ἐστὶν ὁ Υἱὸς, ὡς ἐγράφη, πρὸ πάσης ἐνεργείας ἐστίν· ὁ δὲ πρὸ πάσης ἐνεργείας οὐκ ἐδημιουργήθη. Οὐδὲν γὰρ προαιώνιον, ἢ πρὸ ἐνεργείας νοεῖται κτιστὸν, ἀλλ' ἡ ἐν ἑνάδι ἀγένητος Τριὰς μόνη. Καὶ ἄλλως· Εἰ πάντων γενεσιουργός ἐστι τῶν ὄντων, οὐκ ἔστιν ὡς ταῦτα κτιστός. Κατ' οὐδὲν γὰρ τοῖς κτίσμασιν ὁ κτίστης παραπλήσιος εἶναι δύναται, ἢ ὀφείλει. Ἀλλ' οὐδὲ κτίσμα δημιουργοῦν οὐσιοῖ, ἢ λογικὸν ἀποτελεῖ. ΙΘʹ. Εἰ ἦν ἐν τῇ ἀρχῇ Θεὸς πρὸς τὸν Θεὸν, ἀρχὴν ἄλλην αὐτὸς οὐκ ἔχει, ἀρχαιότερος ὢν πάσης ἀρχῆς. Ἐπεὶ ἀνάγκη πᾶσα δοῦναι ἀρχὴν καὶ τῷ Πατρί. «Ἦν» γὰρ, φησὶν, «ἐν τῇ ἀρχῇ Θεὸς πρὸς τὸν Θεόν.» Οὐκ ἔστιν δὲ ἀρχὴ τῆς μιᾶς θεότητος τῆς οὔσης ἐν τῇ ἀρχῇ. Κʹ. Εἰ νοῦ παντὸς ἀνῴκισται, πῶς Παρθένος ῥεύσεως ἐκτὸς ἔτεκεν, μείνασα πάλιν παρθένος· πολλῷ μᾶλλον ἀνεφικτότερον, πῶς αὐτογενὴς Θεὸς καὶ Πατὴρ, ἀνάρχως, καὶ δίχα πάθους ἐξ ὅλου ἑαυτοῦ ὅλον ἰσομέτρως τέτοκε τὸν Υἱόν. ΚΑʹ. Εἰ ἡμᾶς πλάσας, αὐτεξουσίους ἐποίησεν, κρίσιν ὁρίσας ἐπὶ καλῇ καὶ κακῇ πράξει· πῶς αὐτὸς οὐκ ἔχει τοῦτο, ὃ ἔδωκεν ἡμῖν ὁ κατὰ τὴν προφητείαν ὢν Θεὸς, ἰσχυρὸς, ἐξουσιαστής· ΚΒʹ. Εἰ πιστός ἐστι Πέτρος ἐν ταῖς Πράξεσι 39.796 βοῶν· «Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν·» ἀληθινὸν ὄνομα ἔχει τὸ, «ὁ Θεὸς,» καὶ, «Υἱὸς μονογενὴς τοῦ Θεοῦ·» ψευδώνυμον γὰρ οὐδὲν ὀνίνησιν. ΚΓʹ. Εἰ ἀληθεύει ὁ ἀψευδὴς Θεὸς, ὁ καὶ τοὺς ψευδομένους ἀπολλύων, ὡς ὁ Ἱεροψάλτης λέγει, παρὰ τῷ Θεολόγῳ εἰπών· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν·» καὶ, «Τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά·» Θεός ἐστιν ἄναρχος Κύριος, οὗ ἡ βασιλεία ἀτελεύτητος, καὶ πάντα, ὅσα ἐστὶν ὁ Πατὴρ, οὐδὲν λαβὼν παρ' αὐτοῦ κατὰ τὴν θείαν φύσιν, ἀλλὰ κατὰ τὴν ὕστερον τοῦ δούλου μορφήν. Οἷα δὲ περί τε τῆς ἄνω ἀεὶ κρατούσης ἀληθείας, περί τε τῆς κάτω οὐκ ἀληθείας ἐφθέγξαντο καὶ Ἕλληνες, ἐπαΐωμεν· Ἀψευδὴς μεγάλοιο Θεοῦ νόος· ἐν δὲ βροτοῖσι Ψευδομένοις χαλεπὰ ὤπασε δυσμοραπαθ. Κ∆ʹ. Εἰ κληρονόμος πάντων καθέστηκεν, οὐ δοῦλος, ἀλλὰ γνήσιος Υἱός. Εἰ δὲ μὴ δοῦλος, ἀλλ' Υἱὸς, Θεός ἐστιν