1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

5

ὡς ἀσεβεστέρους. Πλάτων μὲν γάρ φησιν «ὅτι ἀγαθὸς ἦν ὁ τόδε τὸ πᾶν συστησάμενος», καὶ «ὅτι ἀγαθῷ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος.» Σὺ δὲ αὐτὸν πονηρὸν καλεῖς καὶ πονηρῶν ἔργων δημιουργόν. Ἀλλὰ μὴ δείσῃς· ἔχεις τοῦ δόγματος κοινωνοὺς τὸν διάβολον, τοὺς ἀγγέλους τοὺς ἐκείνου-μᾶλλον δὲ οὐδὲ ἐκείνους· μὴ γὰρ ἐπειδὴ σὲ τοιαῦτα ἀνέπεισαν μαίνεσθαι καὶ αὐτοὺς οὕτως διακεῖσθαι νόμιζε. Ὅτι γὰρ ἴσασι τὸν Θεὸν ἀγαθόν, ἄκουσον βοώντων αὐτῶν, νῦν μὲν «Οἴδαμεν ὅστις εἶ, ὁ ἅγιος τοῦ Θεοῦ», νῦν δὲ «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας.» Ἔτ' οὖν παρθενίας μνησθήσεσθε καὶ ἐπὶ τῷ πράγματι φιλοτιμήσεσθε ἀλλ' οὐκ ἀπελθόντες κλαύσετε ἑαυτοὺς καὶ θρηνήσετε τῆς ἀνοίας δι' ἧς ὑμᾶς ὁ διάβολος ὥσπερ αἰχμαλώτους δήσας εἰς τὸ τῆς γεέννης εἵλκυσε πῦρ; Οὐχ ὡμιλήσας γάμοις; Ἀλλ' οὐδέπω τούτῳ παρθένος. Τὴν γὰρ κυρίαν τοῦ γαμηθῆναι γενομένην, εἶτα οὐχ ἑλομένην ταύτην ἂν εἴποιμι παρθένον ἐγώ. Ὅταν δὲ τῶν κεκωλυμένων τὸ πρᾶγμα εἶναι φῇς, οὐκέτι τῆς σῆς προαιρέσεως τὸ κατόρθωμα γίνεται ἀλλὰ τῆς ἀνάγκης τοῦ νόμου. ∆ιὰ τοῦτο Πέρσας μὲν μὴ μητρογαμοῦντας θαυμάζομεν, Ῥωμαίους δὲ οὐκέτι. Ἐνταῦθα μὲν γὰρ ἅπασιν ἐφεξῆς τὸ πρᾶγμα βδελυρὸν εἶναι δοκεῖ, ἐκεῖ δὲ ἡ τῶν ταῦτα τολμώντων ἄδεια τοὺς τῶν τοιούτων ἀπεχομένους μίξεων ἐπαινεῖσθαι πεποίηκεν. Κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ ἐπὶ τοῦ γάμου τὴν ἐξέτασιν ποιήσασθαι χρή. Ἡμεῖς μὲν γὰρ ἐπειδὴ τὸ πρᾶγμα πᾶσιν ἐφεῖται παρ' ἡμῖν, εἰκότως τοὺς μὴ γαμοῦντας θαυμάζομεν. Ὑμεῖς δὲ εἰς τὴν τῶν χειρόνων αὐτὸ τάξιν ὤσαντες, οὐκέτ' ἂν δύναισθε τῶν ἀπὸ τοῦ πράγματος ἀντιποιεῖσθαι ἐπαίνων. Τὸ γὰρ τῶν ἀπηγορευμένων ἀπέχεσθαι οὔπω γενναίας καὶ νεανικῆς ψυχῆς. Τελείας γὰρ ἀρετῆς οὐ τὸ ταῦτα μὴ πράττειν ἃ πράξαντες παρὰ πᾶσιν εἶναι δόξομεν κακοί, ἀλλὰ τὸ ἐν τούτοις εἶναι λαμπρούς, ἃ μήτε τοὺς μὴ ἑλομένους ἀφίησι διὰ τοῦτο κακίζεσθαι, τούς τε ἑλομένους καὶ κατορθώσαντας οὐ μόνον τῆς τῶν φαύλων ἀπαλλάττει δόξης ἀλλὰ καὶ εἰς τὴν τῶν ἀγαθῶν ἐγκρίνει τάξιν. Ὥσπερ γὰρ τοὺς εὐνούχους οὐδεὶς ἂν ἐπαινέσειεν εἰς παρθενίας λόγον ὅτι μὴ γαμοῦσιν, οὕτως οὐδὲ ὑμᾶς. Ὃ γὰρ ἐκείνοις ἡ τῆς φύσεως ἀνάγκη, τοῦτο ὑμῖν ἡ τῆς πονηρᾶς συνειδήσεως πρόληψις γέγονε. Καὶ καθάπερ τοὺς εὐνούχους ἡ τοῦ σώματος πήρωσις τῆς ἐπὶ τῷ πράγματι φιλοτιμίας ἐξέβαλεν, οὕτως ὑμᾶς ὁ διάβολος, τῆς φύσεως ὑμῖν ἀκεραίου μενούσης, τοὺς ὀρθοὺς περικόψας λογισμοὺς καὶ οὕτως εἰς τὴν ἀνάγκην τοῦ μὴ γαμεῖν καταστήσας, κατατείνει μὲν τοῖς πόνοις, τιμᾶσθαι δὲ οὐκ ἀφίησιν. Κωλύεις γαμεῖν; ∆ιὰ τοῦτο τοῦ μὴ γαμεῖν οὐ κείσεταί σοι μισθὸς ἀλλὰ καὶ τιμωρία καὶ κόλασις.

9 Ὅτι παραινεῖν παρθενεύειν οὐχὶ κωλύοντός ἐστι γαμεῖν. Σὺ δέ, φησίν, οὐ κωλύεις; Ἄπαγε· μή ποτε τὰ αὐτά σοι μανείην. Πῶς οὖν, φησί, παρακαλεῖς μὴ γαμεῖν; Ὅτι πείθομαι πολλῷ τιμιωτέραν εἶναι τοῦ γάμου τὴν παρθενίαν· οὐ μὴν διὰ τοῦτο ἐν τοῖς πονηροῖς τὸν γάμον τίθεμαι, ἀλλὰ καὶ λίαν αὐτὸν ἐπαινῶ. Λιμὴν γάρ ἐστι σωφροσύνης τοῖς βουλομένοις αὐτῷ χρῆσθαι καλῶς, οὐκ ἀφιεὶς ἀγριαίνειν τὴν φύσιν. Ἀντὶ γὰρ προβόλων προστήσας τὴν ἔννομον μίξιν καὶ ταύτῃ τὰ τῆς ἐπιθυμίας δεχόμενος κύματα ἐν γαλήνῃ πολλῇ καθίστησιν ἡμᾶς καὶ διατηρεῖ. Ἀλλ' εἰσί τινες οἱ μὴ δεόμενοι ταύτης τῆς ἀσφαλείας ἀλλ' ἀντὶ ταύτης νηστείαις, ἀγρυπνίαις, χαμευνίαις, τῇ λοιπῇ σκληραγωγίᾳ τιθασσεύουσι τὴν τῆς φύσεως μανίαν. Τούτοις παραινῶ μὴ γαμεῖν, οὐ κωλύων γαμεῖν. Πολὺ δὲ τούτου κἀκείνου τὸ μέσον, καὶ τοσοῦτον ὅσον ἀνάγκης καὶ προαιρέσεως τὸ διάφορον. Ὁ μὲν γὰρ συμβουλεύων ἀφίησι τὸν ἀκούοντα κύριον εἶναι τῆς τῶν πραγμάτων αἱρέσεως ὑπὲρ ὧν ποιεῖται τὴν συμβουλήν· ὁ δὲ κωλύων παραιρεῖται ταύτης τῆς ἐξουσίας αὐτόν. Πρὸς τούτοις ἐγὼ μὲν παραινῶν οὐ κακίζω τὸ πρᾶγμα οὐδὲ τοῦ μὴ πεισθέντος κατηγορῶ. Σὺ δὲ διαβάλλων αὐτὸ καὶ φαῦλον εἶναι λέγων καὶ τὴν τοῦ νομοθετοῦντος ἀλλ' οὐ τὴν τοῦ συμβουλεύοντος τάξιν ἁρπάζων, εἰκότως τοὺς μὴ πειθομένους μισεῖς. Ἀλλ' οὐκ