1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

17

πικροτάτης δουλείας, μᾶλλον δὲ μηδὲ τὴν ἀρχὴν τὸν ζυγὸν ὑπελθεῖν, ἐπειδὴ εἰσελθόντα ἅπαξ δουλεύειν ἀνάγκη λοιπὸν ἕως ἂν τῇ γυναικὶ τοῦτο δοκῇ. Καὶ ὅτι οὐχ ἁπλῶς καταστοχαζόμενος λέγω τῆς τοῦ Παύλου γνώμης ἀπὸ τῶν μαθητῶν ῥᾴδιον τοῦτο καταμαθεῖν. Οὐδὲ γὰρ ἐκεῖνοι πρότερον φορτικὸν εἶναι καὶ ἐπαχθὲς τὸν γάμον ἐνόμισαν, ἀλλ' ὅτε ἤκουσαν τοῦ κυρίου εἰς ταύτην αὐτοὺς κατακλείοντος τὴν ἀνάγκην εἰς ἣν καὶ τοὺς Κορινθίους ὁ Παῦλος τότε. Τὸ γὰρ «Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχᾶσθαι», καὶ τὸ «Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ῥήμασι μὲν ἑτέροις, γνώμῃ δὲ εἴρηται τῇ αὐτῇ. Εἰ δέ τις ἀκριβέστερον καταμάθοι τὸ τοῦ Παύλου, μᾶλλον ἐπιτείνει τὴν τυραννίδα καὶ φορτικωτέραν ἐργάζεται τὴν δουλείαν. Ὁ μὲν γὰρ κύριος οὐκ ἀφίησι τὸν ἄνδρα ἐκ τῆς οἰκείας ἐκβαλεῖν τὴν γυναῖκα. Ὁ δὲ Παῦλος καὶ τὴν τοῦ οἰκείου σώματος ἐξουσίαν παραιρεῖται, πᾶσαν αὐτοῦ τὴν ἀρχὴν τῇ γυναικὶ παραδιδοὺς καὶ ἀργυρωνήτου μᾶλλον ὑποτάξας οἰκέτου. Τούτῳ μὲν γὰρ ἔξεστι πολλάκις καὶ παντελοῦς ἐλευθερίας τυχεῖν, εἰ δυνηθείη ποτὲ εὐπορήσας ἀργυρίου καταθεῖναι τὴν τιμὴν τῷ δεσπότῃ. Ὁ δὲ ἀνὴρ κἂν τὴν ἁπάντων ἀργαλεωτέραν ἔχῃ γυναῖκα, στέργειν ἀναγκάζεται τὴν δουλείαν καὶ λύσιν οὐδεμίαν οὐδὲ διέξοδον ταύτης δύναται τῆς δεσποτείας εὑρεῖν.

29 Ὅτι τὸ μὴ ἀποστερεῖτε ἀλλήλους εἰς παρθενίαν ἐστὶν ἐνάγοντος. Εἰπὼν τοίνυν· «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ἐπάγει· «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ τῇ νηστείᾳ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε.» Πολλοὺς ἐνταῦθα τῶν τὴν παρθενίαν ἐπανῃρημένων οἶμαι καὶ ἐρυθριᾶν καὶ αἰσχύνεσθαι ἐπὶ τῇ πολλῇ συγκαταβάσει τοῦ Παύλου. Ἀλλὰ μὴ δείσητε μηδὲ ἀβέλτερόν τι πάθητε. ∆οκεῖ μὲν γὰρ καὶ ταῦτα εἶναι χαριζομένου τοῖς γεγαμηκόσιν, εἰ δέ τις αὐτὰ ἀκριβῶς διασκέψαιτο τῆς αὐτῆς ὄντα τοῖς προτέροις εὑρήσει γνώμης. Εἰ μὲν γάρ τις αὐτὰ ἁπλῶς ἐπιέναι βούλοιτο τῆς προκειμένης ἀποκόπτων αἰτίας, δόξει νυμφευτρίας εἶναι μᾶλλον ἢ ἀποστόλου τὰ ῥήματα. Εἰ δὲ τὸν σκόπον ἅπαντα ἀναπτύξειε καὶ ταύτην καιρίαν εὑρήσει τῆς ἀποστολικῆς ἀξίας τὴν παραίνεσιν. ∆ιὰ τί γὰρ μακρότερον ἐπέξεισι τούτῳ τῷ λόγῳ; Οὐ γὰρ ἤρκει διὰ τῶν ἀνωτέρω τοῦτο σεμνότερον ἐνδειξάμενον μέχρις ἐκείνου στῆσαι τὴν παραίνεσιν; Τί γὰρ ἔχει πλεῖον τοῦ «Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω» καὶ «Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», τὸ «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν»; πλέον μὲν οὐδέν. Τὸ δὲ ἐν βραχεῖ καὶ ἀμυδρῶς εἰρημένον ἐκεῖ διὰ πλειόνων ἐνταῦθα σαφέστερον ἐξειργάσατο. Ποιεῖ δὲ τοῦτο μιμούμενος τὸν ἅγιον τοῦ Θεοῦ Σαμουήλ. Καθάπερ γὰρ ἐκεῖνος μετὰ πάσης ἀκριβείας τοὺς περὶ τῆς βασιλείας ἐξηγεῖται νόμους τοῖς ἰδιώταις, οὐχ ἵνα δέξωνται ἀλλ' ἵνα μὴ δέξωνται, καὶ δοκεῖ μὲν διδασκαλίας τὸ πρᾶγμα εἶναι, τὸ δὲ ἀληθὲς ἀποτροπή τις ἦν τῆς ἐπιθυμίας αὐτῶν τῆς ἀκαίρου, οὕτω καὶ ὁ Παῦλος τοῦ γάμου τὴν τυραννίδα συνεχέστερον στρέφει καὶ σαφέστερον, τούτους αὐτοὺς τοῖς ῥήμασιν ἐκεῖθεν ἐξελκύσαι βουλόμενος. Εἰπὼν γάρ· «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ἐπάγει· «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου, ἵνα σχολάσητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ.» Ὁρᾷς πῶς ἀνυπόπτως καὶ ἀνεπαχθῶς τοὺς ἐν τῷ γάμῳ μένοντας εἰς τὴν τῆς ἐγκρατείας γυμνασίαν ἐνήγαγε; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἁπλῶς τὸ πρᾶγμα ἐπῄνεσεν εἰπών· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Ἐνταῦθα δὲ καὶ παραίνεσιν προσέθηκεν εἰπών· «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου.» ∆ιὰ τί δὲ καὶ ἐν παραινέσει ὅπερ θεῖναι ἠβούλετο εἰσήγαγεν ἀλλ' οὐκ ἐν ἐπιτάγματος σχήματι; Οὐ γὰρ εἶπεν· ἀποστερεῖτε μὲν ἀλλήλους, συμφώνως δέ, ἵνα σχολάσητε τῇ προσευχῇ, ἀλλὰ τί; «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου.» Ὅτι οὗτος προσηνέστερος ὁ λόγος ἐγένετο, τοῦ διδασκάλου τὴν γνώμην δεικνὺς οὐ μετὰ σφοδρότητος τοῦτο