1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

53

ἕτερος ἐπιλήψεται ἀλλὰ μόνος ὁ τῶν ἁγίων τούτων χορός. Ἔτ' οὖν, εἰπέ μοι, ποιμνίων μέμνησθε καὶ βουκολίων καὶ γάμων καὶ παίδων; Τί οὖν, φησίν, ὅταν τῶν παρθενευσάντων πολλοὶ μετὰ τοὺς πολλοὺς ἱδρῶτας εὔχωνται χωρῆσαι ἐκεῖ; Ἐγὼ δὲ τούτου μεῖζον ἐρῶ ὅτι πολλοὶ τῶν παρθενευσάντων οὐδὲ ἐκείνων ἐπιτεύξονται τῶν κόλπων οὐδὲ τῶν ἐλαττόνων ἀλλ' εἰς τὴν γέενναν αὐτὴν ἀπελεύσονται, καὶ δηλοῦσιν αἱ τοῦ νυμφῶνος ἀποκλεισθεῖσαι παρθένοι. Ἆρ' οὖν παρὰ τοῦτο τῆς παρθενίας ἴσος ὁ γάμος ἢ καὶ χείρων; Τὸ γὰρ ὑπόδειγμα τὸ σὸν καὶ χείρονα αὐτὴν ποιεῖ. Εἰ γὰρ ὁ μὲν γεγαμηκὼς Ἀβραὰμ ἐν ἀνέσει καὶ τρυφῇ, οἱ δὲ παρθενεύσαντες ἐν γεέννῃ, τοῦτο ὑπολείπεται κατὰ τὸν ὑμέτερον ὑποπτεῦσαι λόγον. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· οὐ γὰρ μόνον οὐκ ἐλάττων ἀλλὰ καὶ πολλῷ βελτίων ἡ παρθενία τοῦ γάμου. Πῶς; Ὅτι οὔτε τὸν Ἀβραὰμ ὁ γάμος τοιοῦτον ἐποίησεν οὔτε ἡ παρθενία τὰς ἀθλίας ἐκείνας ἀπώλεσεν, ἀλλὰ καὶ τὸν πατριάρχην ἡ λοιπὴ τῆς ψυχῆς ἀρετὴ λαμπρὸν ἀπέδειξε καὶ ταύτας ἡ λοιπὴ κακία τοῦ βίου τῷ πυρὶ παρέδωκεν. Ἐκεῖνος μὲν γὰρ καὶ ἐν γάμῳ ζῶν ἐσπούδασε τὰ τῆς παρθενίας κατορθῶσαι καλά, τὸ εὔσχημον λέγω καὶ εὐπρόσεδρον. Αὗται δὲ καὶ παρθενίαν ἑλόμεναι εἰς τὸν τοῦ βίου κλύδωνα καὶ τὰς ἐν τῷ γάμῳ πραγματείας κατέπεσον. Τί οὖν κωλύει, φησί, καὶ νῦν μετὰ τοῦ γάμου καὶ τῶν παίδων καὶ τῶν χρημάτων καὶ τῶν ἄλλων ἁπάντων τὸ εὐπρόσεδρον διασῶσαι; Πρῶτον μὲν ὅτι οὐδεὶς κατὰ τὸν Ἀβραὰμ νῦν, ἀλλ' οὐδὲ κατὰ μικρὸν ἐγγύς. Καὶ γὰρ τῶν ἀκτημοσύνην ἀσκούντων μᾶλλον ἐκεῖνος χρημάτων κατεφρόνησε πλουτῶν καὶ γυναῖκα ἔχων καὶ ἡδονῆς μᾶλλον τῶν παρθενευόντων ἐκράτει. Οὗτοι μὲν γὰρ καθ' ἑκάστην ὑπὸ τῆς ἐπιθυμίας φλέγονται τὴν ἡμέραν· ἐκεῖνος δὲ οὕτω ταύτην κατεσβέκει τὴν φλόγα καὶ οὐδεμιᾷ συνεδέδετο προσπαθείᾳ, ὡς μὴ μόνον ἀποσχέσθαι τῆς παλλακίδος ἀλλὰ καὶ ἐκβαλεῖν αὐτὴν τῆς οἰκίας ὑπὲρ τοῦ μάχης καὶ στάσεως πᾶσαν ὑπόθεσιν ἀνελεῖν. Νῦν δὲ οὐ σφόδρα εὔκολον τοῦτο εὑρεῖν.

83 Ὅτι οὐ τὸ αὐτὸ τῆς ἀρετῆς μέτρον ἡμῖν καὶ τοῖς ἐν τῇ παλαιᾷ πρόκειται. Καὶ χωρὶς τούτων δέ, ὅπερ καὶ ἀρχόμενος ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ ὅτι οὐ τὸ αὐτὸ τῆς ἀρετῆς ἀπαιτούμεθα μέτρον ἡμεῖς τε κἀκεῖνοι. Νῦν μὲν γὰρ οὐκ ἔστι τέλειον εἶναι μὴ πάντα πωλήσαντα, μὴ πᾶσιν ἀποταξάμενον, οὐ χρήμασι λέγω μόνον καὶ οἰκίᾳ, ἀλλὰ καὶ τῇ ψυχῇ τῇ ἑαυτοῦ. Τότε δὲ οὔπω τοσαύτης ἀκριβείας ἐπίδειξις ἦν. Τί οὖν; Ἀκριβέστερον ἡμεῖς, φησί, τοῦ πατριάρχου βιοῦμεν νῦν; Ὠφείλομεν μὲν καὶ τοῦτο ἐπιτετάγμεθα, οὐ βιοῦμεν δέ, καὶ διὰ τοῦτο πολὺ τοῦ δικαίου ἀπολειπόμεθα. Ἐπεὶ ὅτι γε μείζονα ἡμῖν τὰ σκάμματα πρόκειται, παντί που δῆλόν ἐστι. ∆ιὰ τοῦτο καὶ τὸν Νῶε θαυμάζουσα ἡ γραφὴ οὐχ ἁπλῶς τοῦτο ποιεῖ ἀλλὰ μετὰ προσθήκης τινός. «Νῶε», γάρ φησι, «δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησεν.» Οὐχ ἁπλῶς τέλειος ἀλλ' ἐν τῷ τότε καιρῷ· πολλοὶ γὰρ τελειότητος τρόποι κατὰ διαφόρους ὡρισμένοι καιρούς, καὶ τοῦ χρόνου προκόπτοντος τὸ τότε τέλειον ἀτελὲς ὕστερον γίνεται. Οἷόν τι λέγω· τέλειον ἦν ποτε τὸ κατὰ τὸν νόμον βιοῦν. «Ὁ ποιήσας γὰρ αὐτά», φησί, «ζήσεται ἐν αὐτοῖς», ἀλλ' ἐλθὼν ὁ Χριστὸς τοῦτο τὸ τέλειον ἔδειξεν ἀτελές. «Ἐὰν» γὰρ «μὴ περισσεύσῃ», φησίν, «ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Τότε φόνος ἐδόκει μόνον εἶναι δεινόν, νῦν δὲ καὶ ὀργὴ καὶ λοιδορία μόνη τῇ γεέννῃ παραπέμψαι δύναιτ' ἄν. Τότε μοιχεία ἐκολάζετο μόνον, νῦν δὲ καὶ τὸ ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα ἰδεῖν οὐκ ἀπήλλακται τιμωρίας. Τότε ἡ ἐπιορκία μόνη ἦν ἐκ τοῦ πονηροῦ, νῦν δὲ καὶ τὸ ὀμόσαι. «Τὸ» γὰρ «περισσόν», φησί, «τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.» Οὐδὲν πλέον ἀπῃτοῦντο οἱ τότε ἢ τὸ τοὺς φιλοῦντας ἀγαπᾶν· νῦν δὲ τὸ μέγα τοῦτο καὶ θαυμαστὸν οὕτως ἐστὶν ἀτελές, ὡς καὶ μετὰ τὴν κατόρθωσιν αὐτοῦ μηδὲν πλέον ἡμᾶς ἔχειν τῶν τελωνῶν.