1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

29

44 Ὅτι εὐκολώτερον εἶναι διὰ παρθενίας ἢ διὰ γάμον βασιλείας τυχεῖν. Τὸ μὲν γὰρ παλαιὸν ἡμῖν οὐ τοσοῦτον ἀρετῆς προύκειτο μέτρον ἀλλὰ καὶ ἀμύνασθαι τὸν ἀδικοῦντα καὶ ἀντιλοιδορήσασθαι τῷ λοιδορουμένῳ καὶ χρημάτων ἐπιμελήσασθαι ἐξῆν καὶ εὐορκοῦντα ὀμνύναι καὶ ὀφθαλμὸν ἐξορύξαι ἀντὶ ὀφθαλμοῦ καὶ μισῆσαι τὸν ἐχθρὸν καὶ οὔτε τρυφᾶν οὔτε ὀργίζεσθαι οὔτε γυναῖκα τὴν μὲν ἐκβάλλειν, τὴν δὲ ἀντεισάγειν κεκώλυτο. Καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ δύο κατὰ ταὐτὸν ὁμοῦ γυναῖκας ἔχειν ὁ νόμος ἐπέτρεπε, καὶ πολλὴ καὶ ἐν τούτοις καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἡ συγκατάβασις ἦν. Μετὰ δὲ τὴν τοῦ Χριστοῦ παρουσίαν πολλῷ στενωτέρα γέγονεν ἡ ὁδός, οὐ μόνον τῷ τὴν ἄδειαν τῶν εἰρημένων ἁπάντων τὴν ἄφατον ταύτην καὶ πολλὴν περικοπῆναι τῆς ἐξουσίας τῆς ἡμετέρας ἀλλὰ καὶ τῷ τὴν πολλὰ πολλάκις ἀναπείθουσαν καὶ ἀναγκάζουσαν ἡμᾶς καὶ ἄκοντας ἁμαρτάνειν γυναῖκα, ταύτην ἔνδον ἔχειν διὰ παντὸς ἢ μοιχείας ἁλίσκεσθαι βουλόμενον ἐκβάλλειν. Οὐ ταύτῃ δὲ μόνον ἡμῖν ἡ ἀρετὴ δυσκατόρθωτος ἀλλ' ὅτι κἂν ἀνεκτὸν ἦθος ἔχῃ ἡ συνοικοῦσα, ὁ δι' αὐτὴν καὶ τὰ ἔκγονα ἐκείνης περιρρέων ἡμᾶς φροντίδων ὄχλος οὐδὲ μικρὸν ἀναβλέψαι πρὸς τὸν οὐρανὸν συγχωρεῖ, πάντοθεν ὥσπερ τις ἴλιγγος περιστρέφων καὶ βαπτίζων ἡμῶν τὴν ψυχήν. Ἐὰν γὰρ βούληται τὸν τῶν ἰδιωτῶν βίον τὸν ἀκίνδυνον τοῦτον καὶ ἀπράγμονα ζῆν ὁ ἀνήρ, ἀλλ' ὅταν ἴδῃ παῖδας περιεστῶτας καὶ γυναῖκα δαπάνης δεομένην πολλῆς, καὶ ἄκων εἰς τὸν τῶν πολιτικῶν πραγμάτων ἔρριψεν ἑαυτὸν κλύδωνα. Ἐκεῖ δὲ ἐμπεσόντα λοιπὸν οὐδὲ ἔστιν εἰπεῖν ὅσα ἀνάγκη ἁμαρτάνειν ὀργιζόμενον, ὑβρίζοντα, ὀμνύοντα, λοιδορούμενον, ὑποκρινόμενον, πολλὰ πρὸς χάριν πολλὰ πρὸς ἀπέχθειαν ποιοῦντα. Πῶς γὰρ ἔνι στρεφόμενον ἐν ζάλῃ τοσαύτῃ καὶ βουλόμενον εὐδοκιμεῖν ἐν αὐτῇ μὴ πολὺν τὸν ἀπὸ τῶν ἁμαρτημάτων προστρίβεσθαι ῥύπον; Καὶ τὰ κατὰ τὴν οἰκίαν δὲ εἴ τις ἐξετάσειε, τῆς αὐτῆς καὶ πλείονος δυσκολίας εὑρήσει γέμοντα διὰ τὴν γυναῖκα. Πολλὰ γὰρ ἀνάγκη μεριμνᾶν καὶ ὑπὲρ πολλῶν, ὧν οὐκ ἂν ἐδεήθη καθ' ἑαυτὸν ὢν ὁ ἀνήρ. Καὶ ταῦτα μὲν ὅταν κοσμία τίς ἐστιν ἡ γυνὴ καὶ ἐπιεικής. Ἂν δὲ μοχθηρὰ καὶ ἐπαχθὴς καὶ δυσκάθεκτος, οὐκέτι μόνον ἀνάγκην τὸ πρᾶγμα καλέσομεν ἀλλὰ καὶ τιμωρίαν καὶ κόλασιν. Πῶς οὖν δυνήσεται τὴν ἐπὶ τὸν οὐρανὸν βαδίζειν ὁδόν, τὴν εὐλύτων καὶ κούφων δεομένην ποδῶν καὶ ψυχῆς εὐζώνου καὶ εὐσταλοῦς τοσοῦτον ἔχων ἐπικείμενον πραγμάτων ὄγκον, τοσαύταις συνδεδεμένος πέδαις, διὰ τοιαύτης ἀλύσεως ἑλκόμενος κάτω συνεχῶς, τῆς πονηρίας λέγω τῆς γυναικός;

45 Ὅτι τοῖς δυσκολίας ἐπινοοῦσι περιττὰς οὐδεὶς ὑπὲρ τούτου κεῖται μισθός. Ἀλλὰ τίς ὁ σοφὸς τῶν πολλῶν λόγος πρὸς τοιαῦτα ἅπαντα ἅπερ αὐτοῖς διεξήλθομεν; Οὔκουν πλείονος ἄξιος ἔσται τιμῆς, φησίν, ὁ μετὰ τοσαύτης ἀνάγκης κατορθῶν; Τίνος ἕνεκεν, ὦ βέλτιστε, καὶ διὰ τί; Ὅτι πλείονα μόχθον ὑφίσταται, φησίν, ἀπὸ τοῦ γάμου. Καὶ τίς αὐτὸν φορτίον τοσοῦτον ἀναδέξασθαι ἠνάγκαζεν; Εἰ μὲν γὰρ ἐντολὴν ἐπλήρου γαμῶν καὶ νόμου παράβασις ἦν τὸ μὴ γαμεῖν, εὐπρόσωπος οὗτος ὁ λόγος ἦν. Εἰ δὲ κύριος ὢν τοῦ μὴ τὸν ζυγὸν ὑπελθεῖν τοῦ γάμου ἑκὼν ἀναγκάζοντος οὐδενὸς δυσκολίας ἑαυτῷ περιθεῖναι τοσαύτας ἠθέλησεν ὥστε ἐπαχθέστερον αὐτῷ γενέσθαι τῆς ἀρετῆς τὸν ἀγῶνα, οὐδὲν τοῦτο πρὸς τὸν ἀγωνοθέτην. Αὐτὸς γὰρ ἓν μόνον ἐπέταξεν ἀνύσαι τὸν κατὰ τοῦ διαβόλου πόλεμον καὶ τὴν κατὰ τῆς κακίας νίκην. Εἴτε γαμῶν καὶ τρυφῶν καὶ πολλὰ μεριμνῶν τις ἀνύοι τοῦτο εἴτε ἀσκούμενος καὶ ταλαιπωρῶν καὶ μετὰ τοῦ μηδὲν ἕτερον μεριμνᾶν οὐδὲν αὐτῷ τούτου μέλει λοιπόν. Τὸν μὲν γὰρ τρόπον τῆς νίκης καὶ τὴν ἐπὶ τὸ τρόπαιον φέρουσαν ὁδὸν οὗτος ἐκείνην εἶναί φησι τὴν πάντων ἀπηλλαγμένην τῶν βιωτικῶν. Ἐπειδὴ δὲ σὺ μετὰ γυναικὸς καὶ παίδων καὶ τῶν τούτοις ἐπισυρομένων πραγμάτων στρατεύεσθαι βούλει καὶ πολεμεῖν ὡς τὰ αὐτὰ ἀνύσων ἐκείνοις τοῖς οὐδενὶ τούτων ἐμπεπλεγμένοις καὶ πλείονος ἀπολαύσων διὰ τοῦτο θαύματος, νῦν μὲν ἴσως καὶ τῦφον ἡμῖν ἐγκαλέσεις πολὺν ἂν εἴπωμεν ὅτι οὐ δυνατόν σε πρὸς τὴν αὐτὴν