1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

6

ἐγώ, ἀλλὰ θαυμάζω μὲν τοὺς εἰς τοῦτον ἀπογραψαμένους τὸν ἀγῶνα, οὐ κατηγορῶ δὲ τῶν ἔξω τῆς ἀθλήσεως μενόντων. Κατηγορία γὰρ τότε ἂν γένοιτο δικαίως ὅταν τις πρὸς τὸ ὡμολογημένον ῥέψῃ κακόν. Ὁ δὲ τὸ ἔλαττον μὲν ἔχων ἀγαθόν, τοῦ μείζονος δὲ οὐκ ἐφικνούμενος τοῦ μὲν ἐπαινεῖσθαι μετ' ἐκείνου καὶ θαυμάζεσθαι ἀπεστέρηται, κατηγορεῖσθαι δὲ οὐκ ἂν εἴη δίκαιος. Πῶς οὖν κωλύω γαμεῖν τῶν γαμούντων μὴ κατηγορῶν; Πορνεύειν κωλύω καὶ μοιχεύειν, γαμεῖν δὲ οὐδέποτε. Καὶ τοὺς μὲν ἐκεῖνα τολμῶντας κολάζω καὶ τοῦ πληρώματος ἀπελαύνω τῆς ἐκκλησίας, τοὺς δὲ τοῦτο ποιοῦντας, εἰ σωφρονοῦσι, καὶ ἐπαινῶν διατελῶ. Οὕτω γὰρ δύο γίνεται τὰ κέρδη· ἓν μὲν τὸ μὴ διαβάλλειν τὴν τοῦ Θεοῦ δημιουργίαν, δεύτερον δὲ τὸ μὴ καθαιρεῖν τὸ τῆς παρθενίας ἀξίωμα ἀλλὰ πολλῷ σεμνοτέραν ἀποφαίνειν αὐτήν.

10 Ὅτι ὁ τὸν γάμον κακίζων τὴν παρθενίαν ἀδικεῖ. Ὁ μὲν γὰρ τὸν γάμον κακίζων καὶ τὴν τῆς παρθενίας ὑποτέμνεται δόξαν· ὁ δὲ τοῦτον ἐπαινῶν μᾶλλον ἐκείνης ἐπαίρει τὸ θαῦμα καὶ λαμπρότερον ποιεῖ. Τὸ μὲν γὰρ τῇ πρὸς τὸ χεῖρον παραθέσει φαινόμενον καλὸν οὐκ ἂν εἴη σφόδρα καλόν· τὸ δὲ τῶν ὁμολογουμένων ἀγαθῶν ἄμεινον, τοῦτό ἐστι τὸ μεθ' ὑπερβολῆς καλόν, ὅπερ τὴν παρθενίαν ἀποδείκνυμεν οὖσαν ἡμεῖς. Ὥσπερ οὖν οἱ τὸν γάμον κακίζοντες τοῖς ταύτης ἐγκωμίοις λυμαίνονται, οὕτως ὁ διαβολῆς ἀπαλλάττων αὐτὸν οὐ τοῦτον μᾶλλον ἢ τὴν παρθενίαν ἐπῄνεσε. Καὶ γὰρ ἐπὶ τῶν σωμάτων οὐχ ὅσα τῶν πεπηρωμένων ἀλλ' ὅσα τῶν ἀρτίων καὶ μηδεμίαν λώβην ἐχόντων ἐστὶν ἀμείνω, ταῦτα ὡραῖά φαμεν εἶναι. Καλὸν ὁ γάμος; Οὐκοῦν διὰ τοῦτο ἡ παρθενία θαυμαστὸν ὅτι καλοῦ κρείττων ἐστὶ καὶ τοσούτῳ κρείττων ὅσῳ τῶν ναυτῶν ὁ κυβερνήτης καὶ τῶν στρατιωτῶν ὁ στρατηγός. Ἀλλ' ὥσπερ ἐπὶ τοῦ πλοίου τοὺς ἐρέττοντας ἂν ἀφέλῃς τὸ σκάφος κατέδυσας, καὶ ἐπὶ τοῦ πολέμου τοὺς στρατιώτας ἂν ἀποστήσῃς παρέδωκας δεδεμένον τοῖς πολεμίοις τὸν στρατηγόν, οὕτω καὶ ἐνταῦθα ἂν τῆς ἀρίστης τάξεως ἐκβάλῃς τὸν γάμον, τῆς παρθενίας τὴν δόξαν προύδωκας καὶ εἰς ἔσχατον ἤγαγες κακόν. Καλὸν ἡ παρθενία; Σύμφημι κἀγώ. Ἀλλὰ τοῦ γάμου κρείττων; Καὶ τοῦτο συνομολογῶ· εἰ βούλει, καὶ τὸ ὅσον κρείττων προτίθημι ὅσον γῆς ὁ οὐρανός, ὅσον τῶν ἀνθρώπων οἱ ἄγγελοι, εἰ δὲ χρή τι καὶ βιασάμενον εἰπεῖν, καὶ πλέον. Ἄγγελοι μὲν γὰρ εἰ καὶ μὴ γαμοῦσιν μηδὲ γαμίζονται, ἀλλ' οὐκ εἰσὶ συμπεπλεγμένοι σαρκὶ καὶ αἵματι οὐδὲ ἐπὶ τῆς γῆς ἔχουσι τὰς διατριβὰς οὐδὲ ὄχλον ἐπιθυμιῶν ἀνέχονται, οὐδὲ σίτου δέονται καὶ ποτοῦ οὐδὲ μέλος αὐτοὺς ἡδὺ μαλάξαι δύναται οὐδὲ ὄψις ἐπικάμψαι λαμπρὰ οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ καθάπερ τὸν οὐρανὸν ἐν μεσημβρίᾳ σταθερᾷ μηδενὸς ἐνοχλοῦντος νέφους ἔστιν ἰδεῖν καθαρόν, οὕτω καὶ τὰς ἐκείνων φύσεις οὐδεμιᾶς ἐνοχλούσης ἐπιθυμίας μένειν ἀνάγκη διαυγεῖς καὶ λαμπράς.

11 Ὅτι ἡ παρθενία τοὺς ὄντως αὐτὴν μετιόντας ἀγγέλους ἐξ ἀνθρώπων ποιεῖ. Τὸ δὲ τῶν ἀνθρώπων γένος τῶν μακαρίων ἐκείνων τῇ φύσει λειπόμενον βιάζεται τὴν οἰκείαν ἰσχὺν καὶ φιλονεικεῖ διὰ τῆς σπουδῆς κατὰ δύναμιν ἐξισωθῆναι ἐκείνοις. Πῶς οὖν; Οὐ γαμοῦσιν οὐδὲ γαμίζονται ἄγγελοι, ἀλλ' οὐδὲ ἡ παρθένος. Παρεστήκασιν διὰ παντὸς καὶ λειτουργοῦσιν τῷ Θεῷ· τοῦτο καὶ ἡ παρθένος. ∆ιὸ καὶ Παῦλος αὐτὰς πάντων ἀπέστησε τῶν φροντίδων διὰ τὸ εὐπρόσεδρον καὶ ἀπερίσπαστον. Εἰ δὲ μὴ δύνανται εἰς τὸν οὐρανὸν ἀναβῆναι τέως καθάπερ ἐκεῖνοι, τῆς σαρκὸς καθελκούσης αὐτάς, ἀλλὰ καὶ ἐν τούτῳ πολλὴν ἔχουσι τὴν παραμυθίαν αὐτὸν τὸν τῶν οὐρανῶν ὑποδεχόμεναι δεσπότην ἂν ὦσιν ἅγιαι τῷ σώματι καὶ τῷ πνεύματι. Εἶδες τῆς παρθενίας τὸ ἀξίωμα; Πῶς τοὺς ἐπὶ τῆς γῆς διατρίβοντας τοῖς ἐν οὐρανοῖς διαιτωμένοις ὁμοίως πολιτεύεσθαι ποιεῖ; Τοὺς σῶμα περικειμένους τῶν ἀσωμάτων οὐκ ἀφίησι λείπεσθαι δυνάμεων, ἀνθρώπους ὄντας εἰς τὸν αὐτὸν τῶν ἀγγέλων ἄγει ζῆλον. Ἀλλ' οὐδὲν τούτων πρὸς ὑμᾶς τοὺς τοσοῦτον πρᾶγμα