1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

7

ὑποστάσεις αὗται· Πῶς γὰρ ὁ Υἱὸς ἐν ἑαυτῷ, ἢ δι' ἑαυτοῦ, ἢ ἐν τῷ ἰδίῳ Πνεύματι υἱοποιηθήσεται; ΛΕʹ. Εἰ τὸ ἅγιον Πνεῦμα λέγει Παῦλος εἶναι «τοῦ Θεοῦ Πνεῦμα,» ὡς ἔστιν ἡμῖν τὸ ἡμῶν, καὶ εἰ ὁ Θεὸς ὁμοίως «Πνεῦμα αὐτοῦ» προσαγορεύει αὐτό· δυσσεβεῖ ὁ μὴ λέγων αὐτὸ Θεὸν συνάναρχον καὶ ὁμοούσιον τῷ Πατρί. Οὐδὲ γὰρ ἦν, ὅτε ἐκτὸς τοῦ Πνεύματος αὐτοῦ ἦν, οὐδὲ προσῆκεν νοεῖν, ὡς ὕστερον, ἢ ἔξωθεν αὐτῷ προσγέγονεν, ἢ ὅτι τοῦ ἀκτίστου Πνεῦμα τὸ κτισθὲν πνεῦμα τυγχάνει· ἀλλὰ καὶ συνεπιβέβηκεν αὐτῷ ἐπὶ τὸν χερουβικὸν θρόνον, καὶ συμπροσκυνεῖται καὶ συνδοξάζεται, ὡς προείρηται, ἅτε Πνεῦμα ἀχώριστον αὐτοῦ. Λςʹ. Εἰ ἡ κτίσις δεκτικὴ ἁγιότητος, σοφίας, ἀγαθότητος, καὶ πάσης τελείας ἀρετῆς τυγχάνει τρεπτὴ γὰρ, τὸ δ' ἅγιον Πνεῦμα οὐ δεκτικὸν, ἀλλὰ παρεκτικὸν ἄτρεπτον γάρ· ἄρα ∆ημιουργὸς, 39.801 καὶ οὐ δημιούργημα αὐτὸ τυγχάνον καθ' ὕπαρξιν, κατὰ τὰ προειρημένα. ΛΖʹ. Εἰ ἡ κτίσις ἀναλαμβανομένην καὶ ἀποβαλλομένην γνῶσιν ἔχει, τὸ δὲ Πνεῦμα οὐδ' ἔξωθεν ἔσχεν, οὐδ' ἀποῤῥιπτεῖν πέφυκε τὴν γνῶσιν, ἀλλὰ καὶ ἀποκαλύπτειν τὰ τοῦ Θεοῦ σοφίας καὶ γνώσεως, καὶ τοῦ Πατρὸς κατ' οὐσίαν ὑπάρχον· οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα. Ἐπαΐωμεν δὲ καὶ τῶν περὶ τούτου Ἑλληνικῶν σοφισμάτων, ἐχόντων ὧδε· ................ ΛΗʹ. Εἰ ὁ δοῦλος οὐκ οἶδεν, τί ποιεῖ ὁ Κύριος αὐτοῦ, τὸ δὲ Πνεῦμα οἶδεν τὰ τοῦ Θεοῦ, κατὰ τὸν Ἀπόστολον· οὐ διώρισται αὐτοῦ φύσει καὶ τῇ συμφωνίᾳ, ὁμολογουμένως δὲ Θεός ἐστιν καὶ ∆εσπότης, ἴσην γνῶσιν ἔχων τῷ Θεῷ, ὅπερ ἀμήχανον καὶ ἀδύνατον εἶναι ἐπὶ παντὸς κτιστοῦ. ΛΘʹ. Εἰ ἓν καὶ μόνον εἶναι τοῦτο, ὡς καὶ τὸν Υἱὸν μονογενῆ, ἴσασιν αἱ Γραφαί· οὐκ ἔστι κτιστὸν, ὡς τὸ πλῆθος τῶν πνευμάτων, ἀλλὰ τῆς μονάδος θείας οὐσίας. ∆ιὸ μόνον αὐτὸ ἰδίως καὶ κυρίως ἔστι τε καὶ κέκληται ἅγιον Πνεῦμα, καὶ Πνεῦμα τοῦ Πατρὸς, καὶ Πνεῦμα τοῦ Θεοῦ, καὶ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, καὶ Πνεῦμα ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· καὶ ἐκ τοῦ εἶναι αὐτὸ ἐν πᾶσιν, ὡς τὸν Θεὸν, γινώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστιν. Μʹ. Εἰ ἐν ἴσῳ ἐμαρτυρήθη εἶναι ἡ Τριὰς ἀλήθεια, καὶ ἀγαθότης, καὶ ἁγία· ἐν μιᾷ θεότητί ἐστιν, μηδὲν ἔχουσα πολυσχιδές. Μία γὰρ ἡ ἄτρεπτος θεία ἀλήθεια, καὶ ἀγαθότης, καὶ ἁγιωσύνη ἐστίν. Ἡ γὰρ κτίσις, καὶ μεθεκτῶς ταῦτα ἔχει, καὶ τρέπεται κατ' οἰκείαν προαίρεσιν ἐπ' αὐτοῖς, νῦν μὲν ἀληθεύουσα, ἄλλοτε δὲ ψευδομένη, καὶ νῦν μὲν ἀγαθυνομένη, ἄλλοτε δὲ κακυνομένη. Φαίνονται καὶ περὶ τούτου οἱ λογάδες τῶν ἔξω εἰρηκότες τάδε· Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, Οἷον ἐπ........... ΜΑʹ. Εἰ, καθὰ γέγραπται, ἀνακαινίζει ἡμᾶς ἐν τῷ βαπτίσματι, καὶ ἐλευθεροῖ ἀπὸ ἁμαρτίας καὶ θανάτου τὸ ἅγιον Πνεῦμα, καὶ ναὸς αὐτοῦ ἐσμεν ὁμοίως τοῦ Θεοῦ Πατρός· ὡς ∆ημιουργὸς καὶ συνεργὸς τῷ ∆ημιουργῷ ἀνακτίζει, καὶ ὡς ∆εσπότης ἐλευθεροῖ, καὶ ὡς Θεὸς ἐνοικεῖ. Ὁ δὲ ταῦτα ὢν, ποίημα παραπλησίως τοῖς ποιήμασιν εἶναι οὐ δύναται· οὐδὲ λέγειν, ἢ σιωπῶντα ἀνέχεσθαι ἀκούειν τοῦτο θέμις. ΜΒʹ. Εἰ ἅμα τῷ Θεῷ Πατρὶ καὶ τῷ Υἱῷ αὐτοῦ τὸ ἅγιον Πνεῦμα διὰ τοῦ βαπτίσματος ἀναστοιχειοῖ ἡμᾶς εἰς εἰκόνα τὴν πρώτην, καὶ διὰ τῆς μετουσίας αἴτιον ἡμῖν υἱοθεσίας καὶ τοῦ γίνεσθαι θεούς ἐστιν, 39.804 καὶ οὐδὲν τῶν κτιστῶν τῷ τρόπῳ τούτῳ ἔχει τὸ υἱοποιεῖν ἢ θεοποιεῖν· πῶς αὐτὸς οὐκ ἔστιν ἀληθινὸς Θεός; ΜΓʹ. Εἰ μηδὲν τῶν κτισμάτων εἰς δημιουργίαν, ἢ εἰς δοξολογίαν, ἢ εἰς τὸ βάπτισμα συνεμνημονεύθη τῷ Θεῷ Πατρὶ, τὸ δὲ Πνεῦμα μνημονεύεται· ἄρα ὡς ἰσότιμος καὶ ἰσοσθενὴς τῷ Πατρὶ καὶ τῷ Μονογενεῖ, Θεός ἐστιν. Μ∆ʹ. Εἰ τοὺς προφήτας καὶ ἀποστόλους ἐξουσιαστικῶς ἀπεσταλκέναι, καθ' ὁμοιότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, μεμαρτύρηται· ὡς Θεὸς σύμφωνος κατὰ πάντα τῷ Πατρὶ, καὶ ὡς προγνώστης καὶ τῆς κτίσεως ∆εσπότης ταῦτα πεποίηκεν. ΜΕʹ. Εἰ, ἅπερ νῦν εἴρηται περὶ τοῦ Πατρὸς ἢ τοῦ Υἱοῦ, ἄλλοτε περὶ τοῦ ἁγίου Πνεύματος ἀναγέγραπται, ἀμήχανον, ἀδύνατον, μὴ εἶναι ἀπαραλλάκτως τῆς μιᾶς αὐτοτελοῦς θεότητος, καὶ θελήσεως, καὶ δόξης τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Τὰ γὰρ τῷ αὐτῷ ἴσα, φασὶ, καὶ ἀλλήλοις ἐστὶν ἴσα. Μςʹ. Εἰ μηδὲν τῶν οὐρανίων