1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

8

δυνάμεων οὐράνια χαρίσματα δύναται παρέχειν, τὸ δὲ τοῦ Θεοῦ Πνεῦμα κατ' ἐξουσίαν δωρεῖται, ἃ δοῦναι μόνης τῆς θείας φύσεώς ἐστιν· ἄρα παναρκὴς Θεὸς, καὶ ἐξουσιαστής ἐστι, καὶ τῶν ἐν οὐρανοῖς, καὶ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ Υἱῷ τυγχάνει. ΜΖʹ. Εἰ μηδὲν τῶν ἀοράτων ἢ ὁρατῶν ἱερῷ γράμματι προσηγόρευται θεῖον καὶ ἀλήθεια, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸ ἅγιον Πνεῦμα αὐτοῦ, καὶ ὁ Μονογενής· ἀναμφήριστον, ὡς τῆς ἑνάδος θείας καὶ ὑπερουσίου ἐστὶν οὐσίας. ΜΗʹ. Εἰ τῶν παμμεγεθεστάτων καὶ φωτοειδεστέρων πάντων ἐν ποιήμασιν οὐρανῶν αἱ δυνάμεις ἐν τῷ Πνεύματι τοῦ Θεοῦ εἰσιν, οὐκ ἐγχωρεῖ αὐτὸ ποίημα καθεστάναι, ἀλλὰ συνεργὸν καὶ ἰσουργὸν τῷ ∆ημιουργῷ. ΜΘʹ. Εἰ τὴν οἰκουμένην πληροῖ, καὶ πάντα ἐμπεριέχει, κατὰ τὴν λέγουσαν τοῦτο Σοφίαν· τῆς ἀνωτάτω σεπτῆς, καὶ ἀπερινοήτου, ἀπροσίτου τε καὶ ἀνεπάφου, καὶ ἀμόρφου μιᾶς οὐσίας ἐστὶν ∆ημιουργόν· καὶ τόπῳ οὐ περιγράφεται, αὐτὸ δὲ περιείληφεν τόδε τὸ πᾶν. Νʹ. Εἰ Γραφὴ οὐ διορίζει τῇ φύσει τὴν Τριάδα, οὐδ' ὁρίζεται ἐπ' αὐτῆς πρώτην, καὶ δευτέραν, καὶ τρίτην φύσιν· ποῖος αὐτοῖς ὕπεστι λόγος πρὸς τοὺς πιστεύοντας, ἡνῶσθαι μὲν αὐτὴν οὐσιωδῶς, διακεκρίσθαι δὲ ἐν ἰδιότησιν ὑποστάσεων; ΝΑʹ. Εἰ τὸ πρῶτον κτίσμα ὁ διάβολος ἐδείχθη ἐν τῷ Ἰὼβ, οὐ κτίσμα, ἀλλὰ τῆς Μονάδος οὐσίας τὸ Πνεῦμα. Οὐ γὰρ φαῖεν ἂν τὸν διάβολον προδεδημιουργῆσθαι, καὶ αὐτὸν μέν ποτε τὴν ὑπερέχουσαν τάξιν εἰληχέναι, τὸ δὲ θεῖον Πνεῦμα τὴν ὑφειμένην. ΝΒʹ. Εἰ, καθάπερ εἰς δόξαν καὶ προσκύνησιν τοῦ Θεοῦ τὸ Πάσχα ἐξ ἀρχῆς καὶ παρ' Ἰουδαίων ἐπετε 39.805 λέσθη, οὕτω καὶ τοῦ ἁγίου Πνεύματος ἡ Πεντηκοστή· πῶς οὐ συνάναρχος αὐτῷ ὑπάρχει ἀείμνητος Θεός; ΝΓʹ. Εἰ, ὡς τοῦ σημάντρου τοῦ ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τοῦ ἀπὸ τοῦ ἁγίου Πνεύματος σημαινομένου ἡμῖν μνημονεύει τὰ λόγια· οὐκ ἔστιν ἐν τοῖς ποιήμασιν, ἀλλὰ καὶ ἐν ἴση τιμῇ καὶ εὐχαριστίᾳ. Οὐ γὰρ ποιήματος ἅμα καὶ τοῦ Θεοῦ σφραγῖδα ἀναλαμβάνομεν, οὐδὲ συμπαραλαμβάνει ὁ Θεὸς κτίσματος σφραγῖδα, τῇ ἑαυτοῦ ὡς μόνος σώζειν οὐχ ἱκανός. Ν∆ʹ. Εἰ πᾶσα βλασφημία ἀφίεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ Πνεῦμα τοῦ Θεοῦ ἀσυγχώρητος· ἄρα οὐκ ἐλάττων τυγχάνει Θεός. Βλασφημία δέ ἐστιν τὸ μὴ λέγειν αὐτὸ Θεόν. Ἀνάγεται γὰρ ἡ βλασφημία καὶ εἰς τὸν Παντοκράτορα, οὗ πνοὴ τυγχάνει. ΝΕʹ. Εἰ ἀπαράβατον αἱρετικοὶ φυλάττουσιν τό τε πρόσταγμα τοῦ Πατρὸς λέγοντος, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε,» τήν τε περὶ τὸ βάπτισμα τοῦ Υἱοῦ παράδοσιν· διὰ τί μὴ ἀχώριστον τῇ φύσει, καὶ ἰσότιμον, καὶ ἰσοδύναμον ὁμολογοῦσι τὴν Τριάδα, καὶ ἰσοτίμως δοξάζουσιν; Ἓν γὰρ ὄνομα, τοῦτ' ἔστιν τὸ τῆς μιᾶς θεότητος, τρεῖς δὲ ὑποστάσεις ἐδίδαξεν, ἑκάστῃ τὴν ἰσοτιμίαν τηρήσας.

ΚΕΦ. Γʹ. Καὶ ταῦτα μὲν ἀποδεδειγμένα κείσθω. Αἱρετικῶν δὲ πρῶτόν ἐστιν

ἀσεβέστατον καὶ ἀποτομώτατον πρόβλημα, τὸ ἐν Παροιμίᾳ Σολομῶνος γεγραμμένον· «Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με· ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» ∆ιὰ τούτου γὰρ τοῦ προβλήματος βιάζονται κτίσμα τὸν κτίστην καὶ εὐεργέτην ἀποφαίνειν. Κρείττων δὲ καὶ πειθανωτέρα τῆς αὐτῶν βουλήσεως καὶ ἡ τῆς Γραφῆς ταύτης ὑπάρχει νόησις. Εἰ γὰρ ἀληθῆ καὶ κατακρατοῦντα τὰ προκείμενα πάντα κεφάλαια καὶ τὰ ἐν τῷ πρώτῳ λόγῳ καταταγέντα ἐστὶν, ὥσπερ οὖν ἐστιν, ἀρηδηλοτάτην ἀπὸ τῶν θείων λογίων δεξαμένη μαρτυρίαν· πῶς οὐ τῶν ἀνοσιωτάτων καὶ ἀδυνατωτάτων ἐστὶν οὕτως ἐκδέχεσθαι τὰ δι' ἐπικρύψεως δηλούμενα θεῖα πράγματα; Οὔκουν εὔδηλον, 39.808 ὅτι οὐ περὶ τῆς παναιτίου καὶ δημιουργοῦ σοφίας φημὶ τοῦ ἐπὶ πάντων μεγάλου