9
Θεοῦ Λόγου, ὃν οὐκ ἂν δύναιτο δεῖξαι λόγος παροιμιάζεται Σολομὼν τὸ, «Κύριος ἔκτισέν με» Οὐ γὰρ θρασυκάρδιος οὕτως καὶ αὐθάδης κατὰ τοῦ Θεοῦ ἐγένετο, τοῦ καὶ μετὰ τηλικαῦτα ἁμαρτήματα συγγνόντος καὶ συμπαθήσαντος, ὡς πᾶσιν ἀεὶ καὶ αὐτῷ. Ἀλλὰ καὶ εἴ τίς ἐστιν, ὥσπερ οὖν ἐστιν, αὐτῷ τῶν ἐνταῦθα γινομένων, ἢ παρὰ τῶν ἑτεροφρόνων λεγομένων αἴσθησις· οἶμαι αὐτὸν καὶ πρὸ τῆς κυρίας καὶ ἀνεσπέρου ἡμέρας ἀντιλέγειν αὐτοῖς, καὶ αἰτιᾶσθαι, καὶ ἀντικαθίστασθαι, διδάσκοντα μήτε ὑπόνοιάν ποτε τοιαύτην περὶ αὐτοῦ εἰληφέναι. Αὐτόν τε γάρ φησιν ἐπίστασθαι, ἅτε σοφίαν ὑπὲρ βασιλείαν ζητήσαντα, καὶ ἐπιτυχόντα, καὶ ἐν προσθήκης μέρει τὴν βασιλείαν κομισάμενον· καὶ μέντοι καὶ παρὰ τοῦ πατρὸς αὐτοῦ ∆αυῒδ ἀκηκοέναι, ὅτι ὡς ζωοποιὸς καὶ ζωὴ ὁ Κύριος τοῦ εἶναι κατὰ τὴν ἄνω γέννησιν οὐκ ἤρξατο, καὶ ὡς ζωόδοτον καὶ ἀΐδιον φῶς συνυφεστώτως καὶ ὁμοουσίως ἐκ τοῦ πατρικοῦ φωτὸς ἐκλάμψαν, ὑπ' ἄλλου οὐ πεφώτισται· ἀλλὰ γὰρ περὶ τῆς ἐγκοσμίου σοφίας τὸν λόγον ἐνηνοχέναι, τῆς ἐν λόγοις, τῆς ἐν στρατηγίᾳ, τῆς ἐν ἰατρικῇ, τῆς ἐν ἀρχιτεκτονικῇ, καὶ ἁπλῶς τῆς ἐν πάσῃ θαυμαστῇ ἐπιστήμῃ πᾶσι τοῖς σοφοῖς ἀνδράσιν ἐνυπαρχούσης. Καὶ γὰρ ὡς ἀληθῶς, εἴ τις σωφρόνως καὶ θεοσεβῶς τὰ προηγούμενα καὶ τὰ ἑπόμενα τοῦ, «Κύριος ἐκτισέν με,» θελήσῃ σκοπῆσαι· ταχέως, καὶ ἀμέσως, καὶ αὐτόθεν εὑρήσει πολὺν τὸν ἔλεγχον. Προέταξεν γάρ· «Ἀρχὴ σοφίας, φόβος Κυρίου· σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν·» καὶ πάλιν· «∆ι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ δυνάσται γράφουσιν δικαιοσύνην· δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσιν γῆς.» 39.809 Ἄνευ δὲ σοφίας, φησὶν, ἥτις ἐστὶν ἡ μεταδοθεῖσα ἡμῖν ἄνωθεν φρόνησις, καὶ νουνεχία, καὶ λόγων ἀρετὴ, οὐδὲν τῶν δεόντων κατορθοῦται· διαφεύγει γὰρ τὰ πολλὰ καὶ καλὰ τῶν νοημάτων τὸν ταύτης ἐστερημένον. Ὁ δὲ ταύτης μεταλαχὼν ἄνθρωπος τόν τε Θεὸν, ὡς χρὴ, φοβεῖται, καὶ φίλα αὐτῷ πράττει, καὶ ἀνθρώπῳ νομοθετεῖ, καὶ οὗτος κρατεῖ ἐκείνου, καὶ πολλαπλάσια ἐκτήσατο, καὶ οὐ μόνον λέγων αὐτὸς καὶ ποιῶν ἥδεται, ἀλλὰ καὶ τοὺς ἀκροωμένους αὐτοῦ, ἢ ἔργον μανθάνοντας τὰ αὐτοῦ, σωφρονίζει. Ἐν δὲ τοῖς ἐφεξῆς ἐξέθετο σποράδην ταῦτα· «Κύριος ἐποίησεν χώρας ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ· ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανὸν, ἐν τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ.» Ὁ δὲ ποιήσας τὴν γῆν ἐκ μὴ γῆς, καὶ καλῶς τεχνιτεύσας οὐρανῶν περιφερεῖς κύκλους ἐκ μὴ οὐρανῶν, καὶ τοὺς δρόμους ταχεῖς τελοῦντα ἥλιον πανταχοῦ οὐρανοῦ καὶ τῆς γῆς φαίνοντα, καὶ ἁπλῶς λόγῳ ἅπαντα φήνας, μονογενής ἐστιν Υἱὸς Λόγος τοῦ Θεοῦ, ὁ ἀνευφημηθεὶς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, καὶ ὡς ταῦτα ὑπάρχων τοῦ ἀνάρχου καὶ ἀληθῶς αὐτοῦ Πατρὸς, μὴ ἔχων ἀρχὴν, καθὰ διδάσκουσιν, Ἰωάννης μὲν λέγων· «Πάντα δι' αὐτοῦ ἐγένετο·» Παῦλος δὲ Ἑβραίοις γράφων· «Πρὸς δὲ τὸν Υἱόν φησιν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Καὶ μεταξύ φησιν· «Καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.» Ὥστε μὴ αὐτὸν, ἀλλὰ γὰρ ἕτερον εἶναι πρόσωπον τὸ πάντα ταῦτα, καὶ τὸ, «Κύριος ἔκτισέ με,» εἰρηκός. Εἶτ' ἐπήγαγεν· «Καὶ ὕδατα οὐ παρελεύσεται στόμα αὐτοῦ.» Ἄρα οὖν ὡς ἐκτίσθη σοφία, περὶ τοῦ νοητοῦ στόματος τοῦ δημιουργοῦ Θεοῦ Λόγου ἐξηγεῖται. Αὖθίς τε· «Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ' ἡμέραν· εὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε εὐφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώπων.» Ὁ γὰρ δημιουργὸς Υἱὸς Λόγος, ὁ πάντα μὲν προειδὼς καὶ προδυνάμενος, μακροθυ 39.812 μῶν τε καὶ ἐπὶ ἀδίκῳ καὶ κακοδόξῳ πλήθει καὶ περιμένων μετάνοιαν, συντελέσας τὰ πάντα, προσέχαιρε τῇ ἐνούσῃ τοῖς κτίσμασιν αὐτοῦ σοφίᾳ, καὶ ἐνευφραίνετο ἐν αὐτῇ, ἐπιγαννύμενος τῷ