1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

9

Καίτοι γε εἰ καὶ ἐζητήσαμεν, οὐδὲ οὕτως ἦν ἔγκλημα· εἰκὸς γὰρ τοὺς παρὰ Θεοῦ πρὸς ἀνθρώπους ἀποσταλέντας, ὡσανεὶ ἀπὸ τοῦ οὐρανοῦ νῦν ἥκοντας πρέσβεις, πολλῆς ἀπολαῦσαι τιμῆς. Ἀλλ' ἐκ περιουσίας ἡμεῖς οὐδὲν τούτων πράττομεν, ἵνα τὰ τῶν ἐναντίων ἐμφράξωμεν στόματα. γʹ. Καὶ οὐκ ἔνι εἰπεῖν ὅτι πρὸς μὲν ὑμᾶς οὕτω, πρὸς δὲ ἑτέρους οὐχ οὕτως. οὕτω γὰρ καὶ Κορινθίοις γράφων ἔλεγεν· Ἀνέχεσθε γὰρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει· καὶ πάλιν, Ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος· καὶ πάλιν, Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. ∆είκνυσι γὰρ κἀκεῖ, ὅτι σφόδρα ταπεινὸς ἦν ἀπὸ τοῦ τοσαῦτα παθεῖν. Ἐνταῦθα δὲ καὶ περὶ χρημάτων φησὶ τό· ∆υνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι. Ἀλλ' ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν. ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε. Ἀλλ' ἐγενήθημεν, φησὶν, ἤπιοι· τουτέστιν, Οὐδὲν 62.403 φορτικὸν οὐδὲ ἐπαχθὲς οὐδὲ βαρὺ οὐδὲ κόμπον ἔχον ἀπεδειξάμεθα. Καὶ τὸ, Ἐν μέσῳ ὑμῶν, τοιοῦτόν ἐστιν, ὡς ἂν εἴποι τις, ἐξ ὑμῶν, οὐχὶ τὴν ἄνω λαβόντες λῆξιν. Ὡς ἐὰν τροφὸς, φησὶ, θάλπῃ τὰ ἑαυτῆς τέκνα. Οὕτω δεῖ τὸν διδάσκαλον εἶναι. Μὴ ἡ τροφὸς κολακεύει, ἵνα δόξης τύχῃ; μὴ χρήματα αἰτεῖ παρὰ τῶν παίδων τῶν μικρῶν; μὴ βαρεῖα αὐτοῖς ἐστι καὶ φορτική; οὐχὶ μᾶλλον τῶν μητέρων εἰσὶ προσηνεῖς; Ἐνταῦθα τὴν φιλοστοργίαν δείκνυσιν. Οὕτω, φησὶν, ἱμειρόμενοι ὑμῶν, τουτέστιν, ἐπιθυμοῦντες· οὕτως ὑμῖν προσδεδέμεθα, φησὶν, ὅτι οὐ μόνον οὐδὲν λαμβάνωμεν, ἀλλ' εἰ δεῖ καὶ τὰς ψυχὰς μεταδοῦναι, οὐκ ἂν παρῃτησάμεθα. Τοῦτο οὖν, εἰπέ μοι, ἀνθρωπίνης διανοίας; καὶ τίς οὕτως ἀνόητος, ὡς τοῦτο εἰπεῖν; Εὐδοκοῦμεν, φησὶ, μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. Ὥστε τοῦτο μεῖζον ἐκείνου. Καὶ τί τὸ κέρδος; Ἀπὸ μὲν γὰρ τοῦ Εὐαγγελίου, κέρδος· τὸ δὲ τὴν ψυχὴν δοῦναι, κατὰ τὴν δυσκολίαν μεῖζον ἐκείνου. Οὐ γάρ ἐστιν ἴσον ἁπλῶς κηρῦξαι, καὶ ψυχὴν δοῦναι· ἐκεῖνο μὲν γὰρ τιμιώτερον, τοῦτο δὲ πλείονος δυσκολίας ἦν. Ἐβουλόμεθα, φησὶν, εἴ γε ἐνῆν, καὶ τὰς ψυχὰς εἰς ὑμᾶς κενῶσαι. Ἐπεὶ οὖν ἐπῄνεσε καὶ ἐπαινεῖ, διὰ τοῦτο λέγει, ὅτι Οὐ χρήματα ζητοῦντες, οὐ κολακεύοντες ὑμᾶς, οὐ δόξης ἐφιέμενοι, τοῦτο ποιοῦμεν. Ὅρα γάρ· εἰ πολλὰ ἦσαν ἀθλήσαντες, καὶ παραδόξως ἔδει αὐτοὺς ἐπαινεθῆναι καὶ θαυμασθῆναι, ὥστε στεῤῥοτέρους γενέσθαι, εἶχεν ὁ ἔπαινος ὑποψίαν. ∆ιὰ τοῦτο, ἀποκρουόμενος τὴν ὑποψίαν, τοὺς κινδύνους λέγει. Καὶ πάλιν, ἵνα μὴ νομισθῇ διὰ τοῦτο τοὺς κινδύνους λέγειν, ὡς κάμνων ὑπὲρ αὐτῶν, καὶ ὀφείλων τιμηθῆναι παρ' αὐτῶν, ὑπὲρ τούτου, μετὰ τὸ εἰπεῖν τοὺς κινδύνους, ἐπήγαγε· ∆ιότι ἀγαπητοὶ ἡμῖν γεγένησθε· δηλῶν ὅτι διὰ τοῦτο καὶ τὰς ψυχὰς ἡδέως ἂν ὑμῖν ἔδομεν, ὅτι Σφόδρα ὑμῖν προσεδέθημεν. Τὸ μὲν οὖν Εὐαγγέλιον, ἐπειδὴ ὁ Θεὸς ἐκέλευσε, καταγγέλλομεν· τοσοῦτον δὲ ὑμᾶς φιλοῦμεν, ὅτι εἰ ἐνῆν, καὶ τὰς ψυχὰς ἂν ἐδώκαμεν. Οὕτω δεῖ φιλεῖν τὸν φιλοῦντα, ὡς, εἰ καὶ τὴν ψυχὴν αἰτηθῇ, καὶ δυνατὸν ᾖ, μὴ κωλῦσαι. Τί λέγω, αἰτηθῇ; ἀλλ' ὥστε αὐτὸν ἐπιτρέχειν τῇ τοιαύτῃ δόσει. Οὐδὲν γὰρ, οὐδὲν τῆς τοιαύτης ἀγάπης γλυκύτερον γένοιτ' ἄν· οὐδὲν ἐκεῖ λυπηρὸν συμπεσεῖται. Ὄντως φίλος πιστὸς φάρμακον ζωῆς· ὄντως φίλος πιστὸς σκέπη κραταιά. Τί γὰρ οὐκ ἂν ἐργάσαιτο φίλος γνήσιος; πόσην μὲν οὐκ ἂν ἐμποιήσειεν ἡδονήν; πόσην δὲ ὠφέλειαν; πόσην δὲ ἀσφάλειαν; Κἂν μυρίους θησαυροὺς εἴπῃς, οὐδὲν ἀντάξιον γνησίου φίλου. Καὶ τὰ αὐτῆς πρῶτον εἴπωμεν τῆς φιλίας πόσην ἔχει τὴν ἡδονήν. Γάννυται ὁρῶν αὐτὸν καὶ διαχεῖται, συμπλέκεται συμπλοκὴν αὐτῷ τινα κατὰ τὴν ψυχὴν ἄῤῥητον ἔχουσαν τὴν ἡδονήν· κἂν ἀναμνησθῇ μόνον αὐτοῦ, διανέστη τῇ