1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

10

ἰδίῳ ἔργῳ· εὐφραίνετο δὲ καὶ αὐτὴ ἐν προσώπῳ αὐτοῦ. Εἶτα μεθ' ἕτερά φησιν· «Αἱ δὲ ἔξοδοί μου ἐν ὁδοῖς ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμὲ ἀσεβήσουσιν εἰς τὰς ἑαυτῶν ψυχάς· καὶ οἱ μισοῦντές με ἀγαπήσουσι θάνατον.» Καὶ μάλα εἰκότως. Οἱ γὰρ τὸν ἑαυτῶν βίον μὴ σοφίᾳ κυβερνῶντες, ἑαυτοῖς ἐπιβουλεύουσιν, καὶ τῆς ἑαυτῶν ἀφροσύνης καὶ ἀπαιδευσίας ἄξιον εὑρίσκουσι θάνατον. Ὥστε δὲ καὶ τυφλοὺς, τοῦτο δὴ τὸ τοῦ λόγου, μὴ ἀμφιβάλλειν ὑγιῶς τὴν ἡμετέραν ἑρμηνείαν, ἡ κτιστὴ σοφία φάσκει περὶ ἐκείνου, περὶ οὗ εἶπεν Ἰωάννης, «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, περὶ ἐσκήνωσεν ἐν ἡμῖν·» «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά.» Περὶ οὗ οἴκου ὁ αὐτὸς ∆εσπότης ἔφη· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Μᾶλλον δὲ καὶ μᾶλλον δεικνὺς Σολομὼν, ὡς οὐ περὶ τῆς δημιουργοῦ διαλέγεται σοφίας, ἐν τοῖς ἑπομένοις διεξέρχεται οὕτως· «Υἱὲ, ἐὰν σοφὸς γένῃ, σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις κακά·» καὶ πάλιν· «Υἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται·» καὶ αὖθις· «Σοφὸς καρδίᾳ δέχεται ἐντολάς·» καὶ, «Οὗτος ἐκ χειλέων προφέρει σοφίαν. Ῥάβδῳ τύπτε ἄνδρα ἀκάρδιον· σοφοὶ κρύψουσιν αἴσθησιν·» καὶ πάλιν· «Ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν·» αὖθίς τε· «Στόμα δικαίου ἀποστάζει σοφίαν·» καὶ, «Γλῶσσαι σοφῶν ἰῶνται·» καὶ, «Ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται·» εἶτα ἑξῆς· «Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις·» καὶ μεθ' ἕτερα· «Σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδούς· φόβος Κυρίου, παιδεία καὶ σοφία·» αὖθίς τε· «Νεοσσοῖς αἱρετώτεραι χρυσίου· νεοσσιαὶ δὲ φρονήσεως, ὑπὲρ 39.813 ἀργύριον.» Εἰ, κατὰ αἱρετικοὺς, τοὺς ἀποθραύοντας τῆς Χριστιανῆς πίστεως τὸ κεφάλαιον, μᾶλλον δὲ πᾶσαν προαιρουμένους, ὅσον τὸ ἐπ' αὐτοῖς, ἡ δημιουργὸς Σοφία ἔφη· τίνας αὐτῆς νεοσσοὺς νοήσομεν; Καὶ πάλιν· «Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν·» αὖθίς τε· «Κόσμος νεανίσκοις σοφία·» καὶ πάλιν· «Γενεᾶς σοφίας, φόβος Κυρίου.» Ποίαν κἀνταῦθα γενεὰν δώσουσι τῷ ∆ημιουργῷ, εἰ αὐτὸς περὶ ἑαυτοῦ ἐφθέγξατο, «Κύριος ἔκτισέ με;» Καὶ ἐν τοῖς ἑξῆς φησι· «Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται πόλις·» εἶτα· «Κρεῖσσον σοφὸς ἰσχυροῦ.» Ταῦτα οὖν πάντα περὶ τῆς ἐν κόσμῳ σοφίας. Ὅταν γὰρ περὶ τῆς σοφίας τοῦ Θεοῦ Πατρὸς, καὶ τοῦ μονογενοῦς καὶ ἀληθινοῦ Υἱοῦ Λόγου μνημονεύῃ ἐν αὐταῖς ταύταις ταῖς Παροιμίαις, ὑπερφυῶς καὶ ὥσπερ ὑπ' ἐκπλήξεως θαυμάζων ἀναφθέγγεται ταυτί· «Ὁ Θεὸς ἐδίδαξέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα· ἅγια δὲ ἐπίσταμαι. Τίς ἀνέβη εἰς οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψε τὸ πᾶν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τῷ τέκνῳ αὐτοῦ, ἵνα γνῷς; ὁ Καὶ τὸ ἔχειν δὲ, «Πρὸ πάντων βουνῶν γεννᾷ με,» ὡς περὶ τῆς ἐν ἡμῖν κτιστῆς λέγει σοφίας, ὅτι δημιουργικῶς γεγέννηται, καὶ, ὡς εἰπεῖν, ἐφ' ἑκάστης μετὰ ἑκάστου σοφοῦ συντίκτεται. Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ ἐγεννήθη συνυφεστὼς τῷ τεκόντι, ἅτε Λόγος, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· ἀλλ' οὐκ ἔτι γεννᾶται. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ Παροιμία ὄνομα τῇ βίβλῳ, ὡς οὐ πάντως ἀεὶ τὸ φαινόμενον, ἀλλ' ὅτι μάλιστα δι' ἑτέρου πράγματος, ἢ προσώπου ἕτερον σημαινούσῃ, καὶ ὅτι Σολομὼν παροιμιαστὴς, ἀλλ' οὐ προφήτης 39.816 ἐστίν. Περὶ ταύτης δὲ τῆς σοφίας, φημὶ τῆς ἐν τῇ κτίσει, ὅ τε σοφώτατος υἱὸς Σειρὰχ λέγει· «Προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος·» καὶ ἐπιφέρει τούτῳ· «Μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς, καὶ μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν·» ὅ τε Ἀπόστολος Κορινθίοις τὸ πρῶτον ἐπέστειλε τόνδε τὸν τρόπον· «Ἐπειδὴ γὰρ,» φησὶν, «ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας·» καὶ, «Ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου.» Καὶ δὴ καὶ ὁ Ἰὼβ