10
μετὰ τὸν θάνατον καὶ πρὸ τοῦ γάμου καὶ μετὰ τὸν γάμον. Ποῖος γάρ, εἰπέ μοι, γάμος ἀπέτεκε Ἀδάμ; Ποῖαι τὴν Εὔαν ὠδῖνες; Οὐκ ἂν ἔχοις εἰπεῖν. Τί οὖν δέδοικας εἰκῇ καὶ τρέμεις μὴ παυσαμένου τοῦ γάμου καὶ τὸ τῶν ἀνθρώπων παύσεται γένος; Μύριαι μυριάδες ἀγγέλων λειτουργοῦσι τῷ Θεῷ, χίλιαι χιλιάδες ἀρχαγγέλων παρεστᾶσιν αὐτῷ, καὶ οὐδεὶς τούτων γέγονεν ἐκ διαδοχῆς, οὐδεὶς ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεως. Οὔκουν πολλῷ μᾶλλον ἀνθρώπους ἐποίησεν ἂν γάμου χωρίς; Ὥσπερ οὖν καὶ ἐποίησε τοὺς πρώτους ὅθεν ἅπαντες ἄνθρωποι.
15 Ὅτι οὐχ ὁ γάμος αὔξει τὸ ἡμέτερον γένος. Καὶ νῦν δὲ οὐχ ἡ τοῦ γάμου δύναμις τὸ γένος συγκροτεῖ τὸ ἡμέτερον ἀλλ' ὁ τοῦ κυρίου λόγος ὁ παρὰ τὴν ἀρχὴν εἰπών· «Αὐξάνεσθαι καὶ πληθύνεσθαι καὶ πληρώσατε τὴν γῆν.» Τί γάρ, εἰπέ μοι, τὸν Ἀβραὰμ εἰς παιδοποιΐαν τὸ πρᾶγμα ὤνησεν; Οὐκ ἐπὶ τοσούτοις αὐτῷ χρησάμενος ἔτεσι ταύτην ὕστερον ἀφῆκε τὴν φωνήν· «∆έσποτα, τί μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος;» Ὥσπερ οὖν τότε ἀπὸ νεκρῶν σωμάτων τοσαύταις μυριάσι δέδωκεν ὑπόθεσιν καὶ ῥίζαν ὁ Θεός, οὕτω καὶ παρὰ τὴν ἀρχὴν εἰ τοῖς προστάγμασιν αὐτοῦ πεισθέντες οἱ περὶ τὸν Ἀδὰμ τῆς ἡδονῆς ἐκράτησαν τοῦ ξύλου, οὐκ ἂν ἠπόρησεν ὁδοῦ δι' ἧς τὸ τῶν ἀνθρώπων γένος αὐξήσει. Οὔτε γὰρ ὁ γάμος μὴ βουλομένου Θεοῦ δυνήσεται ποιῆσαι πολλοὺς τοὺς ὄντας ἀνθρώπους οὐδὲ ἡ παρθενία, βουλομένου πολλοὺς εἶναι, λυμανεῖται τὸ πλῆθος. Ἀλλ' οὕτως ἐβουλήθη, φησί, δι' ἡμᾶς καὶ διὰ τὴν ἀπείθειαν τὴν ἡμετέραν. ∆ιὰ τί γὰρ μὴ πρὸ τῆς ἀπάτης ὁ γάμος ἐφάνη; ∆ιὰ τί μὴ ἐν παραδείσῳ ἡ μίξις; ∆ιὰ τί μὴ πρὸ τῆς ἀρᾶς ὠδῖνες; Ὅτι τότε μὲν ταῦτα περιττά, ὕστερον δὲ γέγονεν ἀναγκαῖα διὰ τὴν ἡμετέραν ἀσθένειαν καὶ ταῦτα καὶ τὰ ἀλλὰ ἅπαντα, αἱ πόλεις, αἱ τέχναι, ἡ τῶν ἱματίων περιβολή, ὁ λοιπὸς τῶν χρειῶν ὄχλος. Ταῦτα γὰρ ἅπαντα ἐπισυρόμενος εἰσήλασεν ὁ θάνατος μεθ' ἑαυτοῦ. Μὴ τοίνυν ὃ διὰ τὴν ἀσθένειαν συνεχωρήθη τὴν σήν, τοῦτο τῆς παρθενίας προτίμα, μᾶλλον δὲ μηδὲ ἐν ἴσῳ τίθεσο, ἐπεὶ κατὰ τοῦτον προϊὼν τὸν λόγον καὶ τὸ δύο γυναῖκας ἔχειν τοῦ μιᾷ ἀρκεῖσθαι μόνον ἄμεινον εἶναι φήσεις, ἐπειδὴ καὶ τοῦτο συγκεχώρητο ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τὸν πλοῦτον δὲ οὕτως τῆς ἑκουσίου προτιμήσεις πενίας καὶ τὴν τρυφὴν τῆς σώφρονος διαίτης καὶ τὸ ἀμύνεσθαι τοῦ φέρειν τὸν ἀδικοῦντα γενναίως.
16 Ὅτι συγκαταβάσεως ὁ γάμος. Σὺ δὲ αὐτὰ κακίζεις, φησί. Κακίζω μὲν οὐδαμῶς· Θεὸς γὰρ αὐτὰ συνεχώρησε καὶ γέγονεν ἐν καιρῷ χρήσιμα. Μικρὰ δὲ αὐτὰ εἶναί φημι, καὶ παίδων κατορθώματα μᾶλλον ἢ ἀνδρῶν. Καὶ διὰ τοῦτο ἡμᾶς τελείους ὁ Χριστὸς δημιουργῆσαι βουλόμενος ἐκεῖνα μὲν ἀποθέσθαι ἐκέλευσεν, ὥσπερ ἱμάτια παιδικὰ καὶ οὐ δυνάμενα περιβάλλειν τὸν ἄνδρα τὸν τέλειον οὐδὲ τὸ μέτρον κοσμῆσαι τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, τὰ δὲ ἐκείνων εὐπρεπέστερα καὶ τελειότερα περιθέσθαι ἐκέλευσεν, οὐκ ἀντινομοθετῶν ἑαυτῷ ἀλλὰ καὶ σφόδρα ἀκολουθῶν. Εἰ γὰρ καὶ τὰ προστάγματα ταῦτα ἐκείνων μείζω, ἀλλὰ τοῦ νομοθέτου σκοπὸς ὁ αὐτός. Τίς οὖν ἐστιν οὗτος; Περικόψαι τὴν κακίαν τῆς ἡμετέρας ψυχῆς καὶ πρὸς τὴν τελείαν αὐτὴν ἀγαγεῖν ἀρετήν. Εἰ τοίνυν τοῦτο ἐσπουδάκει, οὐ τὸ μείζονα ἐπιτάξαι τῶν προτέρων ἀλλὰ τὸ ἐν τοῖς αὐτοῖς ἀφεῖναι διὰ παντὸς καὶ μηδέποτε τῆς εὐτελείας ἀπαλλάξαι ἐκείνης, τοῦτο ἐναντιουμένου σφόδρα ἦν ἑαυτῷ. Ὥσπερ γὰρ εἰ παρὰ τὴν ἀρχήν, ὅτε νηπιωδέστερον τὸ τῶν ἀνθρώπων διέκειτο γένος, τὴν ἐπιτεταμένην ταύτην ἐνομοθέτησε πολιτείαν οὐδ' ἂν τὴν σύμμετρον ἐδεξάμεθά ποτε, ἀλλὰ πάντα τὰ τῆς σωτηρίας ἡμῖν ὑπὸ ταύτης ἂν τῆς ἀμετρίας διέφθαρτο. Οὕτως εἰ μετὰ τὸν πολὺν χρόνον ἐκεῖνον καὶ τὴν ἀπὸ τοῦ νόμου παιδαγωγίαν, τοῦ καιροῦ ἐπὶ τὴν οὐράνιον ταύτην καλοῦντος φιλοσοφίαν, εἴασε μένειν ἐπὶ τῆς γῆς, οὐδὲν ἂν μέγα ἐκ τῆς συγκαταβάσεως ἐκαρπωσάμεθα, ἐκείνης τῆς τελειότητος δι' ἣν ἡ συγκατάβασις γέγονε μὴ παραγενομένης ἡμῖν.